Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἰωάννῃ μὲν τινι πρεσβυτέρῳ ἀνδρὶ παλαιῷ, ἄγαν γραφικῷ, ἐν τετραδίοις παλαιοῖς λίαν, οὐ μὴν ὅλα·

καὶ έξ ἄλλων δὲ συγγραφέων διαφόρων, Εὐσεβίου τοῦ Παμφίλου ἐπισκόπου Καισαρείας καὶ Ρουφίνου πρεσβυτέρου Ῥώμης τῶν καὶ τῇ ἁγίᾳ ἐκείνῃ κοινωνησάντων συνόδω καὶ ἄλλων πλείστων ὄσων.

οὐ μὴν τὴν ἀκολουθίαν τῆς ἀρμονίας ἁρμονίας εὗρον κατὰ τὴν ἱερὰν ἐκείνην βίβλον, ᾖ προενέτυχον, ὡς ἀνωτέρω μοι εἴρηται. μόνος γὰρ Εὐσέβιος ὁ θαυμάσιος ὁ Παμφίλου ἀτρεπτὶ τῇ λεωφόρῳ τῆς ἀληθείας ἀπὸ τῆς τοῦ κυρίου παρουσίας ἕως τῶν τοῦ μεγάλου Κωνσταντίνου χρόνων διώδευσεν.

Ἀλλ’ οὐδὲ τὰ ὂλα εὑρεῖν ἠδυνήθην, πλὴν ὂσα γνώριμά μοι καὶ τῆς ἀληθείας ἴδια κατὰ τὴν προαναγνωσθεῖσάν μοι βίβλον εὐρον. καὶ ἐξ ἑκατέρων ἀναλεξάμενος ἀναγκαῖον ᾤήθην ἐγγράψαι τῶδε τῷ βιβλίῳ πρὸς ὠφέλειαν κοινὴν καὶ στήριγμα τῶν ἐντευξομένων τῷδε τῷ γράμματι.

[*](6 Psal. 18, 5 A1H V1P3 M2P1)[*](2 τοῦ > M2 5 τοῦ θεοῦ > Μ2Ρ1 10 τῆς] τὰς A1 sinngemäß H > d. übr. HSS | αὐτῆς] αύτοῦ H 13 f σωτῆρος + ἠμῶν 21 15 ἐτάραξαν V1P3 18f διερευνησάμην H 19ff Gel. sucht hist. Erläuterung des bei (ἐκεῖσε) Berichteten: nur Euseb gibt vollständ. 21 ἄγαν γραψικῷ ἄγαν 31 f ἑκατέρων: Dalmatius und die andern Quellen)
6

Ἀρξεται δή μοι λοιπὸν ὁ λόγος προδοποιοῦντός μοι καὶ ποδηγοῦντος τοῦ ἀεὶ ζῶντος θεοῦ λόγου ἀπὸ τῶν χρόνων τῆς βασιλείας τοῦ εὐσεβεστάτου καὶ χριστοφόρου βασιλέως Κωνσταντίνου τοῦ καὶ τὴν σύνοδον τῶν ἐπισκόπων ἐν τῇ Νικαέων συναθροισθῆναι προστάξαντος πόλει·

ἐν ἑτέρῳ γάρ, εἰ τῷ θεῷ φίλον, τὰ τῆς γενέσεως αὐτοῦ καὶ τῶν χρόνων τῆς τοῦ πατρὸς αὐτοῦ Κωνσταντίου τοῦ θεοφιλεστάτου βασιλείας τὴν διαγωγὴν ἐντάξω συγγράμματι.

  • Περὶ τῆς ἀρχῆς τῆς βασιλείας Κωνσταντίου.
  • Μετὰ τὴν ἀπόθεσιν τῆς βασιλικῆς ἁλουργίδος τῆς τῶν τυράννων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, τὸν ἰδιωτικὸν ἀπειληφότων αὐτῶν βίον, καθά φησιν ὁ Εὐσέβιος, χρόνου οὐ πλείστου μεταξὺ γενομένου βασιλεὺς Κωνστάντιος, τὸν πάντα βίον πραότατος καὶ τοῖς ὑπηκόοις εὐνοϊκώτατος τῷ τε θείῳ λόγῳ προσφιλέστατον ἑαυτὸν διαθέμενος, παῖδα γνήσιον Κωνσταντῖνον αὐτοκράτορα καὶ Σεβαστὸν ἀνθ' ἑαυτοῦ καταλιπών, κοινῷ φύσεως νόμῳ τελευτᾷ τὸν βίον, ἁπάσης μετὰ θάνατον, νατον, ὅση βασιλεῖ τις ἂν ὠφείλετο, τιμῆς ἠξιωμένος, χρηστότατος καὶ ἠπιώτατος βασιλεὺς γεγονώς·

    ὃς δὴ καὶ μόνος τῶν καθ' ἡμᾶς ἐπαξίως τῆς ἡγεμονίας τὸν πάντα τῆς ἀρχῆς διατελέσας χρόνον καὶ τὰ ἄλλα τοῖς πᾶσι δεξιώτατον καὶ εὐεργετικώτατον παρασχὼν ἑαυτόν, τέλος εὐδόκιμον καὶ τρισμακάριον ἀπείληφε τοῦ βίου, μόνος ἐπὶ τῆς αὐτοῦ βασιλείας εὐμενῶς καὶ ἐπιδόξως ἐπὶ διαδόκῳ γνησίῳ παιδὶ τὰ πάντα σώφρονι καὶ εύσεβεστάτῳ τελευτήσας.

    τούτου παῖς Κωνσταντῖνος εὐθὺς ἀρχόμενος βασιλεὺς τελειότατος καὶ Σεβαστὸς πρὸς τῶν στρατοπέδων καὶ ἐπὶ πολὺ τούτων πρότερον παρ' αὐτοῦ τοῦ παμβασιλέως θεοῦ ἀναγορευθείς, ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστησατο.

    Καὶ μεθ’ ἒτερα· οὕτω δὴ Κωνσταντίνου ὂν βασιλέα ἐκ βασιλέως εὐσεβῆ τε ἐξ εὐσεβεστάτου καὶ τὰ πάντα σωφρονεστάτου γεγονέναι [*](11—26 vgl. Eus. H. E. VIII 13 p. 776, 3—778, 2 — 27—8. 12 vgl. Eus. H. E. IX 9 p. 826, 20828 A1H V1P3 M2P1) [*](6 Κωνδυσντίνου Ρ3 κωνσταν V1 7 βασιλείας + καὶ H 8 Die Überschrift findet sich in A1HM2V1, in P3 ist eine Zeile für sie freigelassen, sie in P1 11 ὁ > P3 12 τὸν πάντα βίον πραότατος > 3 πραότα τ H 13 εὐνοϊκώτατα Α1 Eus. εύνοϊκώ τ H 1 5 μέτὰ] μὲν Ρ3 20 τρισμακάριστον Μ2Ρ1V1Ρ3 | εὐδόκιμον wie Eus. AT E1m εὔδαιμον d. übrig. Eus.-HSS 22 σώφρονι] σωφρονεστάτῳ Eus. nach σώφρονι + τε V1 Eus. ABDM | εὐσεβεστάτῳ εὐλαβεστάτω Η 24 ἐπὶ Α1Μ2Ρ1V1Ρ3 wie Eus. τ1, ertHEus. 25 ἀνηγορεθθείς P3 | ζηλωτόν Α1Η 27 δὴ wie Eus. ATER δῆτα Eus. BD δήτα M)

    7
    εἰρήκαμεν, συνέσει τε καὶ εὐσεβείᾳ τετιμημένον, παρὰ τοῦ παμβασιέως θεοῦ τῶν ὅλων καὶ σωτῆρος κατὰ τῶν δυσσεβεστάτων ἀνεγηγερμένου πολέμῳ τε ἐννόμῳ παραταξαμένου θεοῦ συμμαχοῦντος αὐτῷ παραδοξότατα, πίπτει μὲν ἐπὶ Ῥώμης ὑπὸ κωνσταντίνου Μαξέντιος, ὁ δ’ ἐπ’ ἀνατολῆς οὐ πολὺν ἐπιζήσας ἐκείνῳ χρόνον αἰσχίστῳ καὶ αὐτὸς θανάτῳ ὑπὸ Λικιννίου οὔπω τότε μανέντος πεμφθέντος κατ᾿ αὐτοῦ ὑπὸ Κωνσταντίνου τοῦ θεοφιλεστάτου βασιλέως, καταστρέφε.ι τὸν βίον.

    πρότερός γε μὴν ὁ τῇ τιμῇ καὶ τάξει τῆς βασιλείας πρῶτος Κωνσταντῖνος τῶν ἐπὶ Ῥώμης κατατυραννουμένων φειδὼ λαβών, θεὸν τὸν οὐράνιον τόν τε τούτου λόγον, αὐτὸν δὴ τὸν πάντων σωτῆρα Ἰησοῦν Χριστόν, σύμμαχον δι εὐχῶν ἐπικαλεσάμενος, πρόεισι πανστρατιᾷ τὰ τῆς ἐκ προγόνων ἐλευθερίας Ῥωμαίοις προμνώμενος. ταῦτα ὁ Εὐσέβιος.

  • Περὶ τῶν ὁμοχρόνων βασιλέων Κωνσταντίνου Μαξεντίου καὶ Μαξιμίνου.
  • Ὁ δὲ Ῥουφῖνος — εἰ καὶ μὴ κατὰ τάξιν τὴν ἀκολουθίαν καὶ τὴν τῆς ἀληθείας ἁρμονίαν Εὐσεβίου τοῦ πάνυ τοῦ Παμφίλου τῇ ἱστορίᾳ ἐνέθηκεν, ἀλλ’ ὅμως ὅσα συγγενῆ τῆς Εὐσεβίου πραγματείας εὕροιμι ἐκ τοῦ αὐτοῦ Ῥουφίνου καὶ τῶν ἄλλων συγγραφέων ἀναλεξάμενος ἐνθήσω, καθὰ ἀνωτέρω εἴρηκα, τῷδε τῷ βιβλίῳ — λέγει δὲ καὶ οὑτος·

    μετὰ γοῦν τὴν τοῦ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἀπόθεσιν κοὶ τὴν τελευτὴν Κωνσταντίου ὑπολείπονται τῆς Ῥωμαίων ἀρχῆς ὁμόχρονοι βασιλεῖς οἵδε· Κωνσταντῖνος μὲν τὴν τοῦ πατρὸς μοῖραν εἰληφώς· αὕτη δὲ ἦν ἀπό τε τῆς καλουμένης Εὐρώπης ἀρχομένη ἐπί τε τὸν Ἴστρον διήκουσα Σκυθίαν τε ἐκατέραν καὶ Κελτοὺς ἅπαντας Ἰλλυριούς τε καὶ Σαυρομάτας καὶ τὴν ἐπὶ τὸν Ῥῦνον ποταμὸν καθήκουσαν τῶν βαρβάρων γῆν τήν τε Μακεδονίαν καὶ τὴν πρὸς αὐτὴν θάλασσαν Θεσσαλίαν τε καὶ Ἀχαίαν καὶ ὅσα [*](19 vgl. S. 5, 23 — 20ff das Citat im lat. Text nicht zu identificieren. Vgl. Eus. H. E. Bd. III S. CCLVIII Anm. 1. Socr. I 2 p. 3 (Hussey) A1H V1P3 M2P1) [*](1 τετιμημένου H vgl. d. krit. Apparat zu Euseb an dieser Stelle 3 πολέμω — > V1P3M2P1 4f Κωνσταντίνου wie Eus. ATER κωνσταντῖνον Eus. BDM 5 ὁ] εἰ P3 | ἐπιζητήσας Ρ3 | χρόνῳ H 6 hier und sonst λικιννίου A1 Eus. λικινίου d. übr. HSS | Λικιννίου—μανέντος wie Eus. ATrRc Λικίννιον — μανέντα Eus. T1ER1BDM 7 πεμφθέντος HM2P1 πεμφθησομένου A1V1P3 8 τῇ > H καὶ Eus. 12 εὐχῆς corr. aus εὐχήν H | πανστρατὶ A1 Eus. R 14 Capitelüberschrift > Pa 13 ὁ > HP3 1 7 τὴν ἱστορίαν HSS 18 τοῦ] τῶν M2P1 19f βιβλιδίω M2P1 20 τὴν > M2P1V1P3 21 ὑπολείποντας P3 22 οἵδε] οὗτοι A1)

    8
    πρὸς ἥλιον δυόμενον ἐπιστρέφοντα τὸ Ἰόνιον ὁρίζει πέλαγος·

    καὶ Μαξιμῖνος δὲ ὁ Διοκλητιανοῦ παῖς ἅπαντα τὰ κατὰ τὴν ἀνατολὴν ἔθνη, καθά φησιν ὁ Εὐσέβιος, Μαξέντιός τε τὴν ῾Ρώμην καὶ τὰ ἀπὸ τῆς Ἰταλίας εἰς αὐτὸν καθήκοντα τὸν ὠκεανὸν διεῖπον.

    Περὶ τῆς τυραννίδος Μαξεντίου.

    Κωνσταντῖνος οὐν μετὰ τὴν τοῦ πατρὸς ἔννομον κηδείαν καὶ τὰς νομιζομένας τιμὰς ζημίαν ἡγήσατο τῆς ῾Ρωμαίων συμφορᾶς τὴν ἡσυχίαν.

    ἤκουε γὰρ τὴν ῾Ρωμαίῳν πόλιν κάμνουσαν τοῖς Μαξεντίου κακοῖς· εἰς γὰρ ὠμότητα τυραννίδος ὁ τῆς βασιλείας αὐτῷ μετεβάλλετο τρόπος. πολλούς τε γὰρ ἀκρίτως τῶν ἐν τέλει θανάτῳ παραδιδούς, ζημίας τε καὶ φυγὰς καὶ τῆς γῆς ἀναδασμὸν καὶ προτιμήσεις ἀνεξετάστως ἐπέβαλλεν, ἤδη δὲ καὶ γυναικῶν ἀλλοτρίων ἐρῶν ἢ κακίᾳ διεφθειρεν ἢ τοῖς ἐπιτάγμασιν ἐβιάζετο· καὶ λοιπὸν ἀνασφαλὲς ἦν γυναῖκα ἔχειν εὐπρεπῆ καὶ διὰ σωφροσύνης φυλακὴν πολλή τις ἦν κατὰ τὴν πόλιν μιαιφονία.

    ταῦτα καὶ πλεῖστα ἕτερα ἀκούων ὁ θεοφιλέστατος Κωνσταντῖνος ἃ μὴ τῆς παρούσης ἐστὶ συντάξεως, παρωξύνετο· ποιεῖ γὰρ οἰκείαν λύπην τοῖς φιλοθένοις ἀνδράσιν ἡ τῶν ἀλλοτρίων πραγμάτων ἀδικία.

  • Περὶ τοῦ βασιλέως Κωνσταντίνου, ὅπως κατὰ τοῦ τυράννου Μαξεντίου
  • ἐστρατοπεδεύσατο.
  • Ἐδόκει δὴ αὐτῷ λοιπὸν τῶν ὅπλων ἅπτεσθαι καὶ τοῖς τοιαῦτα πάσχουσι ῾Ρωμαίοις ἐπαμῦναι· τὸ γὰρ ἐκείνους τῶν κακῶν ἐξελέσθαι ἴσον ἦν εἰπεῖν καὶ πάντας ἀνθρώπους διασῶσαι.

    βουλὴν δὲ λαμβάνει πρότερον τὰς ἀποστατούσας πόλεις τῆς ῾Ρωμαίων ἡγεμονίας ἀνακαλέσαθαι, τὰς μὲν τοῖς λόγοις τὰς δὲ τοῖς ὅπλοις τὰς δὲ τῇ τῆς φιλανθρωπίας εὐποιίᾳ. τούς τε γὰρ φόρους αὐτοῖς κουφοτέρους ἀπέφηνε καὶ τὴν τῆς ἀκροάσεως ἰσότητα παρεῖχε, τὰς δὲ νεωτεροποιίας καὶ ἀπονοίας συνετῶς διέλυε, σιωπῶν μᾶλλον ἢ φοβῶν, εἰδὼς τὰ Σαύρων καὶ τὰ Φράγγων καὶ τὰ Γερμανῶν ἔθνη φιλόκαινά τε εἶναι καὶ πρὸς τὰς τῶν βασιλέων ἐπαναστάσεις εὐρίπιστον ἔχειν ὁρμὴν [*](3 Vgl. Eus. H. E. IX 9, 12 p. 832, 20 — Capp. 3—7,4 gehen vermutlich auf den oben (S. 7, 14) genannten Rufin zurück A1H V1P3 M2P1) [*](5 Capitelüberschrift fehlt, doch ist wieder eine Zeile für sie freigelassen P3 11 καὶ2 > M2 | προστιμήσεις H 12 ἐπέβαλεν HP1M2 13 ἀνασφαλὲς] οὐκ ἀσφαλὲς, aber οὐκ auf Rasur A1 14 σωφροσύνην P3 20 ἐστρατεύσατο M2P1 24 τῆς + τῶν H 25 ἀνακαλεύσασθαι V1 | beidemale τὰς δὲ corr. aus τὰ δὲ B. 27 δὲ Brinkmann τε Wendland, Pasquali: γε HSS)

    9
    καὶ νόμον πολλάκις τὴν γνώμην ποιεῖσθαι.

    ὑπηγάγετο δὲ καὶ Σπάνους καὶ Βρεττανοὺς καὶ τὰς αὐτόθι νήσους καὶ τὰ λοιπὰ γένη καὶ ἅπαντας τοὺς τῶν τοῦ ἡλίου δυσμῶν γινομένους μάρτυρας, οὓς εἰδέναι φασίν, εἴτε ἀληθῶς τῷ ὠκεανῷ καταδύεται εἴτε καὶ περὶ τὸ ὕδωρ φθάσας πάλιν δι᾿ ἑτέρας ὁδοῦ πρὸς ἡμᾶς ἀνακάμπτει· εἷλε δὲ καὶ τῷ κράτει τῶν ὅπλων τὰ αὐτόθι βάρβαρα φῦλα, παρέργῳ τῆς μάχης πρὸς τὸ ἔργον συγχρησάμενος.