Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Τὰ κατὰ τὴν ἁγίαν καὶ μεγάλην καὶ οἰκουμενικὴν τῶν ἐπισκόπων συναθροισθεῖσαν σύνοδον ἐν τῇ Νικαέων ἐκ πασῶν, ὡς ἔπος εἰπεῖν, τῶν τοῦ Ῥωμαίων κόσμου ἐπαρχιῶν καὶ Περσίδος, ἔκ τε τῆς τοῦ θεοῦ χἀριτος καὶ θεσπίσματος τοῦ θεοφιλοῦς καὶ εὐσεβοῦς βασιλέως Κωνσταντίνου τοῦ ἡμετερου ὑπὲρ τῆς ἀποστολικῆς καὶ ὀρθοδόξου πίστεως κατὰ τῶν μοχθηρῶν καὶ ἀσεβῶν δογμάτων τοῦ θεομάχου Ἀρείου·

πάντα τὰ ἐν ἐκείνῃ τῇ ἐναρέτῳ καὶ ἁγίᾳ συνόδῳ λεχθέντα τε καὶ πραχθέντα καὶ διατυπωθέντα πάλαι τε καὶ πρόπαλαι ἀναγνοὺς ἔτι ἐν τῇ πατρῴᾳ οἰκίᾳ διάγων, εὑρηκὼς αὐτὰ ἐν βίβλῳ ἀρχαιοτάτῃ ἐγγεγραμμένα ἐν μεμβράναις ἅπαντα ἀπαραλείπτως ἐχούσαις, γενομέναις μὲν τοῦ θείου καὶ ἀοιδίμου Δαλματίου τοῦ ἀπχιεπισκόπου γενομένου τῆς ἀγίας καὶ καθολικῆς ἐκκλησίας τῆς τῶν Κυζικηνῶν λαμπρᾶς μητροπόλεως, περιελθούσαις δὲ είς τὸν τοῦ ποτε ἡμετέρου οἴκου δεσπότην, λέγω δὴ τὸν κατὰ σάρκα πατέρα ἐμόν, τῆς αὐτῆς ἁγιωτάτης ἐκκλησίας πρεσβυτερίου ἠξιωμένον·

ᾔτινι ἱερᾷ βίβλῳ ἐντυχὼν καὶ σχολὴν πολλὴν ἐν αὐτῇ ποιησάμενος ἐπὶ μνήμης μὲν φέρειν πάντα οὐχ ἶός τε ἤμην (οὐδὲ γὰρ ἄν τις ἄφατον ἐκεῖνο πέλαγος τῶν ἐν αὐτῇ ἐγκειμένων ἐπὶ μνἠμης <ἥ>

στόματος φέρειν δυνηθείν) πλεῖστα δὲ ὅσα ἐπεσημηνάμην , τά τε τῶν ἡμετέρων ἁγίων πατέρων καὶ ἐπισκόπων τῆς τοῦ ὑγιαίνοντος λόγου διδασκαλίας αὐτῶν δόγματα τάς τε πρὸς τοὺς Ἀρειομανίτας αὐτῶν ἀντιθέσεις καὶ τοὺς κατὰ τῆς ἐκείνων βλασφημίας ἐγγράφους ἐλέγχους, ἡς ἐβλασφήμησαν οἱ μιαροὶ Ἀρειομανῖται κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ, οὐ μὴν δὲ ἀλλὰ γὰρ καὶ κατὰ τοῦ ἁγίου πνεύματος·

τάς τε τῶν Ἀρείου Ἀρείου τῶν φιλοσόφων πρὸς τοὺς ἐπισκόπους [*](23 vgl. Liik. 12, 10) [*](A2H V1P3 21) [*](2 ἐν τῇ] τῆς H 3 Ῥωμαίου V1P3M2P1 6 καὶ > Μ 2 7 ἐναρέτῳ] ἀρίστη A2 8 καὶ διατυπωθέντα > Α2Η 9 διάγων οἰκία ~ Α2 10 βεμβράναις 23 ν1 10 f γενομένης Μ2Ρ2V1Ρ3 11 f γενομένου ἀρχιεπισκόπου ~ 21 13 περιελθούσης Μ2Ρ1ν1Ρ3 15 Μωμένου ’ 17 ἂν > A2H | τις] εἶς Η 19 δυνήσεται Α2 | δὲ] τε HSS 21 ἀρειανίτας H (aber am Rand γρ. ἀρειομανίτας), Μ2 23 ἀρειανῖται Μ2 24 γὰρ Α2V1 > HM2P1P3)

3
ἀντιρρήσεις, τάς τε τῶν ἡμετέρων πρὸς ἐκείνους διὰ γραφικῶν διδαγμάτων κατὰ τῶν αὐτῶν σοφισμάτων ἐναργεῖς ἐπιλύσεις,

περί τε τῆς ἀνάρχου καὶ ἀεὶ τῷ ιεῷ καὶ πατρὶ συνυπαρχούσης τοῦ υἱοῦ αὐτοῦ καὶ τοῦ ἁγίου πνεύματος προαιωνίου μιᾶς θεότητος, περί τε τῆς αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ, θεοῦ λόγου, ἐπ' ἐσχάτων τῆς ἡμετέρας ἒνεκα σωτηρίας ἐκ τῆς θεοτόκου παρθένου Μαρίας ἀπορρήτου σαρκώσεως καὶ τῶν τῆς ἐκκλησίας ἀποστολικῶν διατυπώσεων πᾶσαν ἁπλῶς τὴν ἐκεῖσε γεγενημένην πραγματείαν ἐνιστορήσας ὲν τῇ προρρηθείσῃ ἱερᾷ βίβλῳ,

πρό γε πάντων τὰς τοῦ πιστοτάτου βασιλέως Κωνσταντίνου τοῦ ἐν τῇ συνόδῳ συνεδρεύσαντος θείας καὶ ἀληθῶς ἀποστολικας ἐννοίας, ἥσθην εἰς τοσοῦτον τοῖς τῇ βίβλῳ ἐκείνῃ τῇ ἱερᾷ περιεχο- μένοις, ὥστε εἰπεῖν με πρὸς τὸν κύριον· »ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου«·

οὕτως οὔτως ὺπερηγάσθην ἐν τοῖς ἐκεῖ ἀναγεγραμμένοις περὶ τῆς ἀσπίλου καὶ ἀμωμήτου, ὀρθοδόξου καὶ ἀποστολικῆς πίστεως.

Μετὰ δὲ καιρούς τινας φθάσας ἐνταῦθα, ἐν τῇ τῶν Βιθυνῶν ἐπαρχίᾳ λέγω, κατ’ εὐδοκίαν τοῦ θεοῦ, κινήσεώς καὶ συζητήσεως πλείστης ὅσης γεγενημένης ἐπὶ τῆς ἀνταρσίας τοῦ ἀνοσίου Βασιλίσκου κατὰ τῆς ἀποστολικῆς καὶ καθολικῆς ἐκκλησίας τοῦ θεοῦ καὶ τῆς ἐν αὐτῇ

πολιτευομένης ἀποστολικῆς πίστεως, ὑπεκκαιόντων μάλιστα καὶ κινούντων τὰ βασίλεια τῆς τῶν τοῦ αἱρετικοῦ Εὐτυχοῦς ὁμοφρόνων συμμορίας, προβαλλομένων ἡμῖν ὑπούλως τὴν * ἐν Νικαίᾳ φημὶ ὑπὸ τῶν πατέρων * κρατεῖν πίστιν·

οἳ διηλέγχοντο πρὸς ἡμῶν πολέμιοι ἐκείνης ὑπάρχοντες· οὐ γὰρ ᾔδεισαν τί λέγουσιν, ἢ περὶ τίνων διαβεβαιοῦνται· προφέροντος γάρ μου τὰ ἐν ἐκείνῃ τῇ ἁγίᾳ χορείᾳ τῶν ὀρθοδόξων τοῦ θεοῦ ἱερέων ἐν πνεύματι ἁγίῳ παρὰ τοῦ [*](12 Psal. HS, 103 — 24 vgl. I Tim. 1, 7) [*](A2H V1P3 M2P1) [*](4 τοῦ > M2 5 θεοῦ2 > Α2ΗΡ3 (aber vgl. S. 6, 2) 8 σε ἐκεῖθε A2 | ἱστορήσας H 10 ἐν] καὶ Am | ἀληθεῖς Α2 11 ἐκείνῃ] ἐκεῖσε A2 | τοῖς τῇ ἱερᾷ βίβλῳ ἐκείνῃ ~ ν1 11 f περιεψομένης Ρ1 14 ἐν τοῖς — 15 πίστεως] τὰ ἐκεῖσε περὶ πίστεως ἀναγεγραμμένα Α2 14 f ἀμωμήτου + καὶ H 16 ἐν A2 > d. übr. HSS 18 ὄσης aber ὁ aus ου corr. H οὔσης d. übr. HSS ἀντιλογίας B. 19 ἐκκλησίας > Α2 20 ἀποστολικῆς] ἀποστολικῆς] Α2 21f βασίλεια τῆς συμμορἰας τῶν τοῦ αἱρετικοῦ εὐτυχοῦς ὁμοφρόνων A2 21 τῶν > 21 | ὁμοφρόνος M2 (aber am Rand von 2. Hd. ὁμοφρόνων), im Text ὁμοφρόνος, am Rand von einem der Correctoren γρ. ὁμοφρόων Ρ1 22 <ὀρθόδοξον, τὴν> Holl | φησίαν Μ2Ρ1ν1Ρ3 23 scheint ein Participium ausgefallen, etwa ὁρισθεῖσαν (s. S. 4, 2) | διελέγχονται H 24 περὶ] παρὰ H 26 παρὰ Am, Α2Η, M2P1V1P3)

4
κυρίου δι' αὐτῶν ἐκφωνηθέντα, ἀπεπήδων αφ' ἡμῶν, χείρονα τῶν Ἀρείου βλασφημιῶν κατὰ τῶν ἐκεῖσε ὁρισθέντων διὰ γλώττης προφέροντες καὶ ἀναθεματισμὸν ῥίπτοντες κατὰ τῶν ταῦτα οὔτως φρονούντων οἱ ἄθλιοι·

διὰ ταῦτα καὶ δι' ἄλλα πολλὰ κινηθέντα κατὰ τῆς ἁγίας καὶ ὀρθοδόξου πίστεως ἡμῶν τῆς ἀνέκαθεν ἔκ τε τῶν ἁγίων ἀποστόλων καὶ τῶν προρρηθέντων ἁγίων ἀγίων πατέρων τῶν ἐν τῇ Νικαέων συνειλεγμένων ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τῇ μητρὶ πολιτευομένης, πολιτευομένης, πλείστην ὅσην ἔρευναν ἐποιησάμην πάντῃ τε καὶ πανταχοῦ, τὸ δὴ λεγόμενον πάντα κάλων κινήσας,

ἀνερευνῆσαι τὰ ἐν ἐκείωῃ τῇ ἱερᾷ συνόδῳ πεπραγμένα ὑπὲρ τοῦ τῆς αὐτῆς ἁγίας καὶ ἀποστολικῆς πίστεως ὂρου, ἣν »ούκ ἀπ’ ἀνθρώπων οὔτε δι ἀνθρώπων« ἡ τοῦ θεοῦ ἐκκλησία παρείληφεν, ἀλλ' ἢ ἀπ' αὐτοῦ τοῦ πάντων ἡμῶν σωτῆρος καὶ θεοῦ Ἰησοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ζῶντος·

ὂς μετὰ τὴν τῆς ἐνσάρκου αὐτοῦ παρουσίας οἰκονομίαν, τὸ μέγα ἀληθῶς τῆς εὐσεβείας μυστήριον, καθὼς γέγραπται, φανερωθείς τε σαρκὶ καὶ ἀγγέλοις ὀφθείς

(oὔτε γὰρ ἀγγέλοις θεατὸς ὁ μονογενὴς κατὰ τὴν τῆς θεότητος οὐσίαν, εἰ μὴ ἐσαρκώθη) τὰ πάντα πληρώσας τὰ κατὰ τὴν οἰκονομίαν τό τε ὑπὲρ ἡμῶν ἑκούσιον πάθος καὶ τὴν ταφὴν καὶ τὴν ἀνάστασιν τῇ ἁγίᾳ ἐκείνῃ καὶ ἀναμαρτήτῳ σαρκὶ αύτοῦ παραχωρήσας, δι' ἦς τὸ ἡμέτερον ἀπεθανάτισε γένος, ἀναβαίνων εἰς τοὺς οὐρανοὺς ταὐτης τῆς ἁγίας καὶ ἀμωμήτου πίστεως τὸν θεῖον καὶ προσκυνητὸν ὅρον δι’ ἑαυτοῦ ἔπηξε, καὶ μέγα βροντήσας κατὰ τὸ γεγραμμένον κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησε« καὶ ἐν ἑτέρῳ » ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ κύριος,

καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν ἀύτοῦ«. καὶ τί ἐβρόντησε; ποίαν δὲ φωνὴν ἔδωκεν ὁ ὒψιστος; »πορευθέντες, φησι πρὸς τοὺς ἀποστόλους λέγων, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ κοὶ τοῦ ἁγίου πνεὐματος«.

εἰ γὰρ καὶ διὰ φιλανθρωπίαν τὴν ὑμῶν σάρκα ἔμψυχον καὶ ἔννουν ἐκ τῆς πανσέμνου καὶ ἁγίας παρθένου Μαρίας προσείληφα, ἀλλ' ἡ τῆς σαρκὸς πρόσληψις προσθήκην τῇ τοῦ πατρὸς καὶ ἐμοῦ καὶ τοῦ ἁγίου πνεύματος τριάδι οὐκ ἐποίησεν, ἀλλὰ μένει ἡ τριὰς τριάς. »πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθην, [*](7 vgl. Gal. 4, 26 — 11 Gal. 1, 1 — 15 vgl. I Tim. 3, 16 — 23 Ι Κön. 2, 10 — 24 Psal. 17, 14 — 26 Matth. 28, 19. 20 A2 (A1 von Z. 10 ὑπὲρ an) H V1P3 M2P1) [*](1 τῶν + τοῦ A2 o ἁγίας — ἡμῶν > P3 14 τοῦ > Α1 16 ἀγγέλοις 2 + ἦν (viell. von 2. Hd.) Α1 | θεατός + ἦν H 21 ἁγίας] ὁρθῆς 21 27 λέγων > H 29 ὑμῶν] ἡμῶν ΗΜ2Ρ3 31 προσείληφεν H (aber προσείληφα), P3 32 ἐμοῦ] τοῦ υἱοῦ H 33 τριάσ2 > A1H)

5
βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ τοῦ πνεύματος«.

Τοῦτον τὸν ἅγιον καὶ προσκυνητὸν ὄρον τῆς ὁρθῆς καὶ ἀμωμήτου πίστεως παρὰ τοῦ κυρίου λαβόντες οἱ ἱεροὶ ἀπόστολοι πάσῃ τῇ ὐπό τὸν οὐρανὸν τοῦ θεοῦ ἐκκλησίᾳ ἐκήρυξαν, ὡς πληρωθῆναι ἐπ' αὐτοῦ τὸ Προφητικὸν λόγιον τὸ φάσκον· »εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκομένης τὰ ῤἠματα αὐτῶν«.

ὄντινα ὅρον καὶ τὴν προσκυνητὴν ταύτην δωρεἀν, τὴν εἰς ἡμᾶς διὰ τῶν θείων ἀποστόλων παρὰ τοῦ οἱοῦ τοῦ θεοῦ δεδομένην, μετὰ πλείστους ὂσους καιροὺς παυσαμένου τοῦ κατα τῆς ἐκκλησίας τοῦ θεοῦ διωγμοῦ διὰ Ἀρείου πόλιν ὁ ἐχθρὸς τῆς ημετέρας σωτηρίας παραφθεῖραι σπουδάζων κατὰ τῆς αὐτῆς ἁγίας καὶ ἀμωμήτου ὁπλίζεται πίστεως, ξένα τινὰ παρεισφέρων κατὰ τοῦ σωτῆρος βλάσφημα ῥήματα, δι’ ὡς τὴν εἰς πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαν τοῦ κυρίου ἐτάραξεν.

Οὖ χάριν καὶ τὴν πολυάνθρωπον ἐκείνην ἐπὶ τὴν τῶν Νικαέων πόλιν ὁ πιστότατος βασιλεὺς Κωνσταντῖνος συνήγαγε σύνοδον, ἡς τὰ πεπραγμένα πάντα προεγνωκώς, ὡς ἀνωτέρω ἔφην, καὶ διερευνησάμενος μόλις ἐδυνήθην εὑρεῖν φανερὰ τῶν ἐκεῖσε ἐσκεμμένων καὶ ἐγγραφέντων παρά τισι διαφόροις φιλομαθέσιν ἀνδράσιν,