Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ὁ μέντοι κατὰ τὴν ἀνατολὴν τύραννος τὰς τοῦ θεοῦ ἐκκλησίας ἐπόρθει. ἐκπεριῆλθε δὲ αὐτὸν τοιαύτη τις αἰτία· τὸ μέγεθος τῆς οὐ κατ’ ἀξίαν αὐτῷ ἐπιτραπείσης ἡγεμονίας μήτε οἶός τε φέρειν ὤν, ἀλλὰ δι’ ἀπειρίαν σώφρονος καὶ βασιλικοῦ λογισμοῦ ἀπειροκάλως τοῖς πράγμασιν ἐγχειρῶν, ἐπὶ πᾶσι δὲ ὑπερηφανίας μεγαλαυχίᾳ τὴν ψυχὴν ἀλόγως ἀρθείς, ἤδη καὶ κατὰ τῶν τῆς βασιλείας κοινωνῶν καὶ τοῦ πάντα αὐτοῦ μάλιστα Κωνσταντίνου διαφέροντος, γένει τε [*](5—19 vgl. Socr. I 2, 8. 9 (s. o. S. 7, 20); 3, 1 — 22—S. 14, 26 vgl. Eus. H. E. IX 10 p. 838, 16—840, 19) [*](A1H V1P3 M2P1P2) [*](2 ἐλευθέρω A1 ἐλευθέραν H | ἀπεκατέστησα M2P1P22V1P3 3 πεμπομένου > H | τοῦ] τοῖς P1 4 τυράνον M2 5 λέγει ὧδε ~ V1P3M2P1P2 | μετὰ + δὲ P2 6 θεοφιλεστάτου A1 8 ἥντινα H 12 δὲ > V1 13 ἐξωρία H | καὶ2 > P3 15 προθυμίᾳ] προμηθείᾳ H 16 τὰ πάντα] 〈μήπω δὲ〉 Χριστιανὸς Friedl. 19 καθαιρεῖσθάντως aber ~ ντως von späterer Hd. A1 20 > A1 | κατὰ ἀνατολὴν τοῦ H | Μαξιμιανοῦ M2P1P2 μαξιμινοῦ P3 23 ἐπιτραπείσης αὐτῷ ~ M2P1P2 27f am Rand von späterer Hd. ὑπὲρ A1)

14
καὶ τροφῇ καὶ παιδείᾳ ἀξιώματί τε καὶ συνέσει καὶ τό γε πάντων κορυφαιότατον σωφροσύνῃ καὶ τῇ περὶ τὸν ἀληθῆ θεὸν εὐσεβείᾳ διαλάμποντος, τολμᾶν ὥρμητο Μαξιμῖνος θρασύνεσθαι καὶ πρῶτον ἑαυτὸν ταῖς τιμαῖς ὑπαγορεύειν.

ἐπιτείνας δὲ εἰς ἀπόνοιαν μανίας τάς τε συνθήκας, ἃς πρὸς Λικίννιον πεποίητο, παρασπονδήσας, πόλεμον ἄσπονδον αἴρεται. εἶτα ἐν βραχεῖ τὰ πάντα κυκήσας πᾶσάν τε πόλιν ἐκταράξας καὶ πᾶν στρατόπεδον μυρίανδρον τὸ πλῆθος συναγαγών, ἔξεισιν εἰς μάχην πρὸς Λικίννιον, κατά τε αὐτοῦ καὶ τοῦ αὐτὸν στείλαντος Κωνσταντίνου. καὶ δὴ συμβαλὼν εἰς χεῖρας, ἔρημος τῆς ἐκ θεοῦ καθίσταται ἐπισκοπῆς, ἐξ αὐτοῦ τῆς νίκης τοῦ πάντων μόνου θεοῦ πρυτανευθείσης τῷ τότε κρατοῦντι Κωνσταντίνῳ.

ἀπόλλυσι μὲν πρῶτον τὸ ἐφ’ ᾧ ἐπεποίθει ὁπλιτικὸν πλῆθος ὁ ἀλιτήριος, τῶν τε ἀμφ’ αὐτὸν δορυφόρων γυμνωθεὶς καὶ πάντων ἔρημον αὐτὸν καταλελοιπότων τῷ τε κρατοῦντι προσπεφευγότων, ὑπεκδὺς ὁ δείλαιος ὡς τάχιστα τὸν οὐ πρέποντα αὐτῷ βασιλικὸν κόσμον, δειλῶς καὶ δυσγενῶς καὶ ἀνάνδρως ἀποδύς, ὑποδύνει τὸ πλῆθος, καὶ ἔπειτα διαδιδράσκει κρυπταζόμενός τε ἀνὰ τοὺς ἀγροὺς καὶ τὰς κώμας μόλις τῶν πολεμιστῶν τὰς χεῖρας διέξεισι, τὰ τῆς σωτηρίας αὐτῷ προμνώμενος.

ἔργοις αὐτοῖς εὐ μάλα πιστοὺς καὶ ἀληθεῖς τοὺς θείους ἀποφῆναι ἔνεστιν ὡδε χρησμούς, ἐν οἱς εἴρηται· »οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἕλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν.« ὁ δὲ δυσσεβὴς ἀθρόᾳ θεοῦ πληγεὶς μάστιγι ἐν δευτέρᾳ πολέμου συμβολῇ καταστρέφει τὸν βίον.

Γίνεται δὲ αὐτῷ τὰ τῆς καταστροφῆς, οὐχ οἱα στρατηγοῖς πολεμάρχαις ὑπὲρ ἀρετῆς καὶ γνωρίμων πολλάκις ἀνδριζομένοις [*](21 Psal. 32, 16—19 — 26—S. 16, 3 vgl. Eus. H. E. IX 10 p. 846 11—848,15) [*](A1H V1P3 M2P1P2) [*](1f τῷ γε πάντων κορυφαιοτάτῳ Eus. 4 ἀναγορεύειν Eus. 6 αἴρεται Eus.] αἴρει ’H αἱρεῖται d. übr. HSS | τὰ > Μ2 | κυκήσας) συνήσας M2 6f πᾶσάν τε] καὶ πᾶσαν A1 (gegen Eus.) 12 ᾧπερ V1 13 ἀμφ’ αὐτὸν] ὑπ oder ὑφ αὐτοῦ H 14 τε > P2 | προσπεφευγόντων M2 16 δυσγενῶς A1H (Eus.) δυσμενῶς. d. übr. HSS 17 διαδράσκει HA1 (aber von späterer Hd. corr. in διαδιδράσκει Α1) 19 αὐτῷ von späterer Hd. corr. in ἑαυτῷ AI | ἔργοις + οὖν H 24 τοὺς φοβουμένους (aber corr. aus τοῖς φοβουμένοις) ’H Eus. τοῖς φοβουμένοις M2P1P2 V1P3 27 πολέμου > V1 28 τὰ > A1H | καταστροφή A1 29 πολεμάρχοις H)

15
ἐν πολέμῳ τὴν εὐκλεῆ τελευτὴν εὐθαρσῶς ὑπομεῖναι, ἀλλὰ γὰρ ἅπαξ ὢν δυσσεβὴς καὶ θεομάχος, τῆς παρατάξεως ἐν ταὐτῷ πρὸ τοῦ πεδίου συνεστώσης οἴκοι μένων αὐτὸς καὶ κρυπταζόμενος τὴν τιμωρίαν ὑπέχει, ἀθρόως θεοῦ πληγεὶς μάστιγι, ὡς ἀλγηδόσι δεινῶς καὶ περιωδυνίαις ἐλαυνόμενον πρηνῆ καταπεσεῖν λιμῷ τε διαφθείρεσθαι τάς τε σάρκας αὐτοῦ ὅλας ἀοράτῳ καὶ θεηλάτῳ πυρὶ κατατήκεσθαι· ὡς διαρρεύσαντα τὸ μὲν πᾶν εἶδος τῆς παλαιᾶς μορφῆς ἀφανισθῆναι, ξηρῶν δ’ αὐτὸ μόνον ὀστέων οἷόν τι μακρῷ χρόνῳ κατεσκελετευμένον εἴδωλον ὑπολειφθῆναι· ὡς μηδὲν ἄλλο τι νομίζειν τοὺς παρόντας ἢ τάφον αὐτῷ τῆς ψυχῆς γεγονέναι τὸ σῶμα ἐν εἴδει νεκρῶ καὶ παντελῶς ἀπορρεύσαντι κατορωρυγμένης·

σφοδρότερον δὲ ἔτι μᾶλλον τῆς θέρμης αὐτὸν ἐκ βάθους μυελῶν καταφλεγούσης, προπηδῶσί τε αὐτοῦ τὰ ὄμματα καὶ τῆς ἰδίας λήξεως ἀποπεσόντα πηρὸν αὐτὸν ἀφιᾶσιν. ὃ δὲ ἐπὶ τούτοις ἀναπνέων ἀνθομολογούμενος τῷ κυρίῳ θάνατον ἐπεκαλεῖτο· καὶ τὸ πανύστατον ἐνδίκως ταῦτα τῆς κατὰ τοῦ Χριστοῦ παροινίας ἕνεκα πεπονθέναι ὁμολογήσας ἀφίησι τὴν ψυχήν.

  • Περὶ τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως