Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Οὕτω δῆτα Μαξιμίνου ἐκποδὼν γενομένου, ὃς μόνος ἔτι λείπων τῶν τῆς θεοσεβείας ἐχθρῶν, ἁπάντων χείριστος ἀναπέφηνεν, τὰ μὲν τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως ἐκ θεμελίων αὐτῶν χάριτι τοῦ A1H V1P3 M2P1P2 [*](1 ἐν πολέμῳ > M2P1P2 πολέμοις corr. mit roter Tinte in πολέμῳ V1 4 ἀθρόῳ Brinkm. ἀθρόᾳ Eus. | πληγεὶς θεοῦ ~ H | δεινῶς A1H δειναῖς d. übr. HSS Eus. 5 περιωδινίαις P2V1P3 | ἐλαυνόμενον A1 ἐλαυνόμενος d. übr. HSS | πρηνῆ A1 Eus. ATrRBDr πρηνὴς H πρὶν ἢ M2 (wo corr. in πρινὴς) P1P2V1P3 Eus. Tc 8 ξηρῶν — ὀστέων nach Text des Euseb (vgl. d. complicierten Apparat dort). Alle Gelasiushss. corrupt: ξηρὸν δ’ αὐτὸν μόνον ὀστέον γεγονέναι M2P1P2V1P3 ebenso + καὶ H (Eus. A) | ξηρῶν δ’ αὖ τῶν ὀστέων τοῦ σαρκίου ὑπολελειμμένων εἴδωλον οἷά τι ὑπολειφθῆναι A1 8f μακρῷ χρόνῳ Eus. νόσω μακρᾶ H μακρῶ ohne χρόνω M2P1P2V1P3 9 κατεσκηλιτευμένον HM2P1P2V1P3 (Eus. ATcEM) 11 κατορωρυγμένης M2P1 (aber P1 von 1. Hd. corr. aus κατορωρυγμένοις) die meisten Eus. HSS, κατωρυγμένης HV1P3 Eus. T1BD κατωρυγμένης A1 (die Correctur von späterer Hd.) 13 τε] δὲ P2V1P3 (Eus. | λήξεως] ἔδρας A1 15 τὸ πανύστατον > A1 16 ταῦτα ἐνδίκως ~ A1 | τοῦ > H 18 Die Capitelüberschrift fehlt in sämtlichen HSS an dieser Stelle erst Ζ. 20 irrtümlich nach ἀναπέφηνεν eingeschoben, aber ἀνέσεως statt (Eus.) 19 μαξιμιανοῦ H | ἔτι λείπων Eus. ABDM ἐπιλείπων A1HV1P3 Eus. TcER ἐπιλειπόντων M2P1P2 20 ἐναπέφηνεν A1 21 ἀνανεώσεως Eus. ἀνέσεως HSS | τοῦ > H Eus. (mit Ausnahme von M))

16
θεοῦ τοῦ παντοκράτορος ἠγείρετο· ὅ τε τοῦ Χριστοῦ λόγος εἰς δόξαν τοῦ τῶν ὅλων θεοῦ διαλάμπων, μείζονα τῆς ἔμπροσθεν ἀπελάμβανε παρρησίαν.

Ταῦτα ἐν ἐνάτῳ τόμῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας ὁ πάντα ἄριστος συντέταχεν ὁ Παμφίλου Εὐσέβιος· τῶν γὰρ αὐτοῦ πόνων, ὡς ἀνωτέρω μοι εἴρηται, καὶ τῶν ἄλλων τὴν ἀνάλεξιν ποιούμενος τοῦ βιβλιδίου τούτου διὰ βραχέων ἐγχαράττω τὴν σύνταξιν, πλείστῃ ὅσῃ σπουδῇ τὴν πορείαν τοῦ λόγου ποιούμενος ἐπὶ τὸ ὑψηλὸν καὶ λαμπροφανὲς ἅγιον καὶ θεῖον ὄρος τῆς κατὰ Νίκαιαν ἀποστολικῆς καὶ ἐναρέτου τῶν τοῦ θεοῦ ἱερέων συνόδου· ὁρῶν μάλιστα τὸν προφήτην κρατοῦντά με τῆς χειρὸς καὶ προτρέποντα·

»δεῦρο, φησίν, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ«.

ἀληθῶς γὰρ Σιὼν καὶ Ἱερουσαλὴμ καὶ ὄρος κυρίου ἡψήλότατον καὶ οἶκος τοῦ θεοῦ Ἰακὼβ ὁ θεῖος ἐκεῖνος τῶν τοῦ θεοῦ ὀρθοδόξων ἱερέων ὅμιλος, πνεύματι ἀγίῳ διασκεψαμένων καὶ παραστησάντων διά τε γραφῶν προφητικῶν καὶ εὐαγγελικῶν καὶ ἀποστολικῶν »περὶ τοῦ λόγου τῆς ζωῆς« τοῦτ’ ἔστι τοῦ υἱοῦ τοῦ θεοῦ, ὡς ἀληθῶς ἄκτιστος τῇ τῆς θεότητος φύσει καὶ οὐ κτίσμα, καθὼς ὁ θεομάχος καὶ ἀσεβέστατος κατ᾿ αὐτοῦ ἐβλασφήμησεν Ἄρειος, καὶ ὅτι τῆς αὐτῆς οὐσίας, ἡς καὶ ὁ γεννήσας αὐτὸν πρὸ τῶν αἰώνων ἁπάντων ὑπάρχει πατὴρ καὶ τοῦ αὐτοῦ χρήματος· ὁμοίως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς θεότητος καὶ οὐσίας, ἧς ὁ πατὴρ καὶ ὁ υἱός, σαφέστατα ἔδειξαν.

καὶ Μῶς ὑψηλὸν ὄρος θεοῦ ἄνωθεν ἡμῖν, καθὰ προεδήλωσεν ὁ λόγος παρ αὐτοῦ τοῦ κυρίου διὰ τῶν ἀποστόλων δοθεὶς καὶ νῦν διὰ τῶν αὐτοῦ ἱερέων κατὰ τὴν Νικαέων γραφικαῖς μαρτυρίαις τρανωθεὶς ὁ προσκυνητὸς οὑτος καὶ ἅγιος τῆς ἀμωμήτου πίστεως ὅρος· περὶ οὑ σαφέστερον ἡμῖν συνεργείᾳ τῆς τοῦ θεοῦ χάριτος προϊὼν ἀποδείξει ὁ λόγος.

[*](11 vgl. Psal. 72, 23. Jes. 2, 3 — 19 I Joh. 1, 1)[*](A1H V1P3 M2P1P2)[*](2 μείζονος H 3 παρούσίας ρρη H παρρησίας Eus. D 5 συντεταχώς P3 τὴν σύἐγχαρά ~ A1 8 ποιοῦμαι H 9 καὶ θεῖον am Rand nach ὄρος eingefügt H 10 συνόδων P3 11 με] μετὰ M2P1P2P3 14 P2P3 15 κυρίου] καὶ P3 > M2 25 καὶ ὁ ὑίος > V1 | ὁ2 > M2 26 καθὰ] καθὼς H 30f ὁ λόγος ἀποδείξει ~ A1)
17

Ἀλλ᾿ ἐπὶ τὴν προκειμένην ἡμῖν τῆς ἐκκλησιαστικῆς ἱστορίας ὑπόθεσιν ἐπανέλθωμεν, ἐπαναλαβόντες τὰ περὶ τῆς τοῦ βασιλέως θεοῦ εἰς τὸν αὐτοῦ λαὸν ἀντιλήψεως καὶ τῆς τῶν τυράννων καταστροφῆς διὰ τοῦ θεράποντος αὐτοῦ τοῦ θεοφιλοῦς Κωνσταντίνου τοῦ βασιλέως,