Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Ἦν δέ γε ὁ Ἀναστάσιος τὰ μὲν θεῖα ἐς τὰ [*](Niceph. xvii 30) μάλιστα λόγιος, ἀκριβὴς δὲ τοὺς τρόπους καὶ τὴν δίαιταν, ὡς καὶ τοῖς λίαν ψιλοῖς ἐπισκήπτειν καὶ μηδαμοῦ τοῦ εὐσταθοῦς καὶ βεβαίου παρεξιέναι, μή τί γε δὴ τῶν καιρίωνκαὶ ἐς αὐτὸ τὸ θεῖον ἀναφερομένων. Οὕτω δὲ τὸ ἦθος ἐκέκρατο, ὡς μηδὲ τῷ εὐπροσόδῳ τε καὶ εὐεντεύκτῳ εὐεπίβατον τοῖς μὴ καθήκουσιν εἶναι, μηδὲ τῷ αὐστηρῷ τε

191
καὶ ἀφειδεῖ δυσπρόσιτον ἐς τὰ δέοντα καθεστάναι. Ἐν μὲν οὖν τοῖς σπουδαίοις ἕτοιμος ἦν τὰ ὦτα, καὶ τὴν γλῶσσαν εὔρους, εὐθυβόλως τὰς πύστεις διαλύων: ἐν δὲ τοῖς παρέργοις τὰ μὲν ὦτα τέλεον ἀποκέκλειστο, τὴν δὲ γλῶσσαν χαλινὸς ἐπεῖχεν, ὡς καὶ τὸν λόγον λόγῳ ῥυθμίζεσθαι, καὶ τὴν σιωπὴν κρείττονα λόγου καθεστάναι. Τούτῳ ὥσπερ τινὶ δυσαλώτῳ πύργῳ ὁ Ἰουστινιανὸς προσβάλλει παντοίας μηχανὰς ἐπιστήσας, ἐννοῶν ὡς εἰ τοῦτον κατασείσειε, πόνος οὐδεὶς λελείψεται τὴν πόλιν ἑλεῖν ἀνδραποδίσαι τε τὰ ὀρθὰ τῶν δογμάτων καὶ αἰχμάλωτα λαβεῖν τὰ πρόβατα τοῦ Χριστοῦ. Ὁ δὲ εἰς [*](Eustrat. Eutychii vita PG 862 c. 41) τοσοῦτον ὑπερήρθη τῷ θείῳ φρονήματι — ἐπὶ τὴν ἄρρηκτον γὰρ πέτραν εἱστήκει τῆς πίστεως — ὡς καὶ Ἰουστινιανῷ ἀναφανδὸν ἀντειπεῖν δἰ οἰκείας μηνύσεως, καὶ ἀποδεῖξαι μάλα σαφῶς καὶ λογίως δἰ αὐτῆς, ὡς φθαρτὸν τὸ σῶμα τοῦ Κυρίου ἐν τοῖς φυσικοῖς καὶ ἀδιαβλήτοις πάθεσιν οἵ τε θεσπέσιοι ἀπόστολοι οἵ τε θεοφόροι ᾔδεσάν τε καὶ παρέδοσαν πατέρες. Ταῦτα δὲ καὶ πρὸς τὸ μοναδικὸν πρώτης τε καὶ δευτέρας Συρίας πυθόμενον ἀπεκρίνατο, πάντων ὑποστηρίζων τὰς γνώμας καὶ πρὸς τὸν ἀγῶνα ἐπαλείφων, ἐπὶ τε τῆς ἐκκλησίας ὁσημέραι ἀναγινώσκων τὸ τοῦ σκεύους τῆς ἐκλογῆς: Εἴ τις ὑμᾶς εὐαγγελίζεται παῤ ὃ [*](Galat. i 9) παρελάβετε, κἂν ἄγγελος ἐξ οὐρανοῦ ᾖ, ἀνάθεμα ἔστω. Οἷς ἀπιδόντες ἅπαντες τὰ παραπλήσια μέχρις εὐαρίθμων ἐζήλωσαν. Γέγραπται δ̓ οὖν αὐτῷ καὶ συντακτήριος πρὸς τοὺς Ἀντιοχέας λόγος, πυθομένῳ τὸν Ἰουστινιανὸν ἐθέλειν αὐτὸν ἐξοστρακίσαι: ὃν ἔστι δικαίως ἄγασθαι τῆς τε καλλιεπείας, τοῦ τε ῥοῦ τῶν νοημάτων, τῆς τε εὐπορίας τῶν ἱερῶν ῥήσεων, καὶ τοῦ προσφόρου τῆς ἱστορίας.