Historia Ecclesiastica

Evagrius, Scholasticus

Evagrius, Scholasticus. The Ecclesiastical History of Evagrius with the Scholia. Bidez, Joseph; Parmentier, Leon, editors. London: Methuen, 1898.

Τηνικαῦτα ὁ Ἰουστινιανός, τῆς ὀρθῆς λεωφόρου [*](Niceph. xvii 29 Theophan. 240 Zonar. iii 284) τῶν δογμάτων ἐκτραπεὶς καὶ πρὸς τὴν ἀτριβῆ τοῖς ἀποστόλοις τε καὶ τοῖς πατράσιν ἀτραπὸν βαδίσας, ἀκάνθαις καὶ τριβόλοις περιπέπτωκεν. Ὧν καὶ τὴν ἐκκλησίαν ἐμπλῆσαι βουληθεὶς τοῦ σκοποῦ διήμαρτε, τοῦ Κυρίου τὴν βασιλικὴν ὁδὸν ἀρρήκτοις θριγκοῖς κατασφαλισαμένου,[*](Ps. lxi 4) ὡς ἂν μὴ φονευταὶ ἐπεισπηδήσωσιν ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ, τῆς προφητείας πληρώσας τὴν πρόρρησιν. Τὴν μὲν οὖν πρεσβυτέραν Ῥώμην μετὰ Βιγίλιον Ἰωάννου τοῦ καὶ Κατελίνου ἐπισκοποῦντος, τὴνδὲ νέαν Ἰωάννου τοῦ ἀπὸ Σηρήμιος, καὶ τὴν Ἀλεξανδρέων Ἀπολιναρίου, τὴν δὲ Θεουπολιτῶν Ἀναστασίου μετὰ Δομνῖνον ἐπισκοποῦντος, καὶ τὴν Ἱεροσολύμων Μακαρίου αὖθις ἀποδοθέντος τῷ οἰκείῳ θρόνῳ, ἐπεὶ Ὠριγένην καὶ Δίδυμον καὶ Εὐάγριον ἀνατεθεμάτικε μετὰ τὴν Εὐστοχίουκαθαίρεσιν, τὸ καλούμενον πρὸς Ῥωμαίων ἴδικτον γράφει, ἐν ᾧ ἄφθαρτον τὸ σῶμα τοῦ Κυρίου κέκληκε καὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν ἀνεπίδεκτον, οὕτω λέγων τὸν Κύριον πρὸ τοῦ πάθους φαγεῖν ὥσπερ μετὰ τὴν ἀνάστασιν ἔφαγε, μηδεμίαν τροπὴν ἢ ἀλλοίωσιν ἐξ αὐτῆστῆς ἐν μήτρᾳ διαπλάσεως μηδὲ ἐν τοῖς ἑκουσίοις καὶ φυσικοῖς πάθεσι, μηδὲ μετὰ τὴν ἀνάστασιν τοῦ παναγίου σώματος αὐτοῦ δεξαμένου: οἷς συναινεῖν τοὺς ἑκασταχῆ ἱερέας κατηνάγκαζε. Πάντες μὲν οὖν ἐς Ἀναστάσιον τὸν Ἀντιοχείας ἐπίσκοπον καραδοκεῖν εἰπόντες τὴν πρώτηνπεῖραν ἀπεκρούσαντο.