De lapidibus

Damigeron

Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

1] Ἀμυγδάλων πικρῶν, ἀψινθίου, πίτυος καρπίμου κόμης, τίλεως, μετὰ τὸ φρυγῆναι συγκοπέντων κύαθον τῷ ἀμφορεῖ μίξας, παλαιοφανεῖς καὶ μονίμους οἴνους ποιήσεις.

2] Ποιήσεις δὲ παλαιοφανεῖς τοὺς οἴνους ἐὰν λαβὼν κεράμια δύο κοῦφα ἀπὸ οἴνου παλαιοῦ, ἀφελὼν αὐτῶν τὰ ὦτα καὶ χείλη, καὶ τοῦ πυθμένος τὰ ἄκρα, τὰ μὴ μεταλαβόντα τοῦ οἴνου ἀπορρίψῃς· τὸ δὲ ἄλλο ἐᾶν δεῖ σὺν τῇ παλαιᾷ τρυγὶ τοῦ οἴνου· κατεάξας τε καὶ σήσας ἔμβαλε εἰς ἕκαστον ἀμφορέα ἡμιμόδιον, καὶ ἀνατάραξον τὸν οἶνον, καὶ περιχρίσας ἔασον ἡμέρας δεκαπέντε, εἶτα ἀνοίξας χρῶ, καὶ δόξεις εἶναι τὸν οἶνον ἐτῶν δέκα.

3] Ἀναλωθέντος δὲ τοῦ οἴνου, τὴν τρύγα βάλε εἰς κύθραν καινήν, καὶ περιχρίσας ὀπτήσας τε καὶ κόψας καὶ σήσας πάλιν τῷ αὐτῷ τρόπῳ, χρῶ· ἀντὶ γὰρ πάντων ἀρωμάτων τῶν προειρημένων ἡ τοιαύτη τῶν ὀστράκων χρῆσις ἀρκέσει.

4] Τινὲς δὲ οὕτω ποιοῦσι παλαιοφανεῖς τοὺς οἴνους· μελιλώτου γο α′, γλυκυρίζου γο γ′, νάρδου κελτικῆς τὸ ἶσον, ἀλόης ἡπατίτιδος γο β′· κόψαντες καὶ σήσαντες ἐμβάλλουσιν εἰς τὸν οἶνον, καὶ οὕτω χρῶνται.