De lapidibus

Damigeron

Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

2] Τινὲς δὲ οὕτως ἀρτύουσι τοὺς οἴνους · κρόκου βάλλουσι γράμματα γ′· οὗτος δὲ εὔχροον ποιεῖ· λιβάνου τοῦ ἄρσενος σεσησμένου δραχμὰς δ′· οὗτος αὐστηρὸν τὸν οἶνον ποιεῖ· φύλλου σφαιρίον ἕν · εὐωδίαν γὰρ παρέχει · ἕκαστον τούτων διακεκομμένον καὶ σεσησμένον μίξας, καὶ πάλιν σήσας ἔμβαλε εἰς ἕκαστον ἀμφορέα κοχλιάρια β′, ἐπειδὰν μηκέτι ζέῃ ὁ οἶνος, ἀλλὰ καταστῇ.

3] Καὶ ἐπὶ πάντων τῶν οἴνων τοῦτο ἰδικῶς παρατήρει ὅπως καθεστῶτας αὐτοὺς ἀρτύῃς.

4] Ἕτεροι δὲ ἀρτύουσι τοὺς οἴνους οὕτως · καρδαμώμου, ἴρεως ἰλλυρικῆς, κασίας, νάρδου στάχυος, μελιλώτου, ξυλοβαλσάμου, σχοίνου ἀλεξανδρίνης, κόστου, νάρδου κελτικῆς, πάντα ἶσα κόπτουσι καὶ σήθουσι καὶ ἐμβάλλουσι τῷ οἴνῳ.

5] Τινὲς δὲ γλεῦκος ἐψοῦντες καὶ ἀποτριτοῦντες μιγνύουσι τῷ οἴνῳ. Τινὲς δὲ γύψον ἐμβάλλουσιν.