De lapidibus

Damigeron

Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

1] Τὴν νοσοῦσαν ἄμπελον τέφρᾳ κληματίνῃ ἢ δρυΐνη μιχθείσῃ μετὰ ὄξους καταρ ραίνων τὸ πρέμνον θεραπεύσεις. Σφόδρα δὲ ὠφελεῖ καὶ τὸ οὖρον τὸ ἀνθρώπειον εἰς τὰς ῥίζας ἐγχεόμενον.

2] Τινὲς δὲ τὰς νοσούσας ἀμπέλους ἐκτέμνουσι παρὰ τὴν γῆν, εἶτα προσχων νύουσιν ἐλαφρῶς τῇ γῇ παρακειμένῃ, μίξαντες ὀλίγην κόπρον, καὶ ὅταν οἱ βλαστοὶ

φύωσι, τοὺς μὲν ἀσθενεῖς περικαθαίρουσι, τοὺς δὲ εὐγενεῖς ἐῶσι, καὶ πάλιν τῷ ἑξῆς ἔτει τὸν ἐπιτηδειότερον τῶν καταλειφθέντων ἐπιλεξάμενοι τοὺς λοιποὺς περιαιροῦσιν.

1] Ἔχε ἐν ἑτοίμῳ ταῦτα τὰ εἴδη· ἀλόης γο β′, λιβανωτοῦ γο β′, ἀμώμου γο β′, μελιλώτου γο δ′, κασίας γο α′, νάρδου στάχυος γο β′, φύλλου γο δ′, σμύρνης γο β′. Ταῦτα πάντα εἰς ὀθόνιον ἐνδήσας, ἑκάστῳ πίθῳ, μετὰ τὸ ἐμβληθῆναι ἐν αὐτῷ τὸν οἶνον καὶ καταστῆναι, ἔμβαλε κοχλιάριον ἐν καὶ κίνει ἐνρίζῳ καλάμῳ ἐπὶ ἡμέρας γ′.

2] Τινὲς δὲ οὕτως ἀρτύουσι τοὺς οἴνους · κρόκου βάλλουσι γράμματα γ′· οὗτος δὲ εὔχροον ποιεῖ· λιβάνου τοῦ ἄρσενος σεσησμένου δραχμὰς δ′· οὗτος αὐστηρὸν τὸν οἶνον ποιεῖ· φύλλου σφαιρίον ἕν · εὐωδίαν γὰρ παρέχει · ἕκαστον τούτων διακεκομμένον καὶ σεσησμένον μίξας, καὶ πάλιν σήσας ἔμβαλε εἰς ἕκαστον ἀμφορέα κοχλιάρια β′, ἐπειδὰν μηκέτι ζέῃ ὁ οἶνος, ἀλλὰ καταστῇ.