De lapidibus

Damigeron

Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

1] Τῷ τετάρτῳ ἔτει τῶν νεοφύτων ἱκανὰ τρέφειν δύο κλήματα, οἷς οὐ χρὴ πλεῖον ὀφθαλμῶν δ’, καὶ τοὺς μὲν πρὸς τῷ στελέχει β′ ἐκτυφλοῦν, ἀποξέοντα τῷ δρεπάνῳ, καὶ κωλύοντα τὴν βλάστησιν, τοὺς δὲ ἀνωτέρω δύο ἀπολιπεῖν εἰς αὔξησιν τοῦ φυτοῦ.

2] Ἔαρος δὲ ἀρχομένου κλαδεύσαντα παραπηγνύναι χάρακα χρὴ ἰσχυράν, ὀρθήν, μῆκος ἀπὸ πέντε ἕως ζ′ ποδῶν. Ἔστω δὲ μὴ λεπτοτέρα καλάμου τοῦ γενναιοτάτου, ὅπως μήτε βαρύνοι, μήτε σκιάζοι τὸ φυτόν.

3] Καλλίων δὲ χάραξ ἡ μὴ ἔχουσα φλοίον, εἰς γὰρ τὴν ἔχουσαν κανθαρίδες καὶ ὅσα εἴωθε λυμαίνεσθαι τὴν ἄμπελον εἰσδύονται καὶ κατακρύπτονται. Παρεκτείναντα δὲ τὸ φυτὸν χρὴ προσδεσμεῖν τῇ χάρακι.

4] Αὐτῇ δὲ τῇ τελείᾳ ἀμπέλῳ ἑξαετῇ γενομένῃ τὴν κλαδείαν εἰς ὤμους γ′ ἢ δ′ κατὰ τὴν δύναμιν τοῦ φυτοῦ προσακτέον, καὶ ἑκάστῳ κλήματι καὶ ὠμοχάρακα παραστατέον τὴν δυναμένην φέρειν ὁμοῦ τοῖς κλήμασι καὶ τοὺς βότρυας.