De lapidibus

Damigeron

Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

1] Μαλάχη ἐκζεσθεῖσα καὶ καθ’ ἑαυτὴν ἐσθιομένη βράγχον παύει· σὺν ἐλαίῳ δὲ καὶ γάρῳ ἐσθιομένη γαστέρα λύειν δύναται.

2] Τὰ φύλλα αὐτῆς τριφθέντα μετὰ φύλλων ἰτέας ἐμπλάστρου πάσης εἰσὶ

χρησιμώτερα · φλεγμᾶναί τε γὰρ οὐκ ἐᾷ καὶ ἵστησι τὸ αἷμα, καὶ συνουλοῖ τὸ πρόσφατον τραῦμα, καὶ στρέμματα δὲ καὶ θλάσματα ἰάσεται.

3] Φαλαγγίων δὲ καὶ ἑρπετῶν πληγὰς ἰάσεται, εἰ κρόμυα καὶ πράσα λειώσας μίξεις τοῖς φύλλοις τῆς μαλάχης, καὶ ἐπιθήσεις.

4] Τῷ δὲ τῆς ἀγρίας μαλάχης χυλῷ εἴ τις χρίσαιτο σὺν ἐλαίῳ, οὔτε ὑπὸ σφηκῶν πληγήσεται, καὶ τὸν φθάσαντα πληγῆναι ὁ χυλὸς ἰᾶται. Καὶ τὰ φύλλα δὲ τῆς μαλάχης συγκοπέντα καὶ ἐπιτιθέμενα ἰᾶται τὴν πληγέντα.

5] Ὁμοίως θεραπεύει μαλάχη χριομένη λειχῆνας καὶ τὰ κρυπτὰ πάθη τῶν γυναικῶν.

6] Ὁ δὲ χυλὸς αὐτῆς ἐνσταζόμενος τοῖς ὠσὶ παύει τὴν ὠταλγίαν. Πινόμενος δὲ μετὰ μέλιτος ἰᾶται τοὺς ἡπατικοὺς καὶ ἀνανήφειν ποιεῖ τοὺς ἐπιληπτικούς. Ὁμοίως ὁ ταύτης χυλὸς ἰᾶται νεφριτικοὺς καὶ τοὺς ἰσχιαδικούς.

7] Τὸ δὲ ζέμα αὐτῆς πινόμενον θεραπεύει δυσουρίαν καὶ χρήσιμός ἐστι πρὸς δυστοκίαν.