De lapidibus

Damigeron

Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

4] Τινὲς δὲ τὴν καρύαν οὕτως ἐγκεντρίζουσι. Μετὰ τὸ σπεῖραι ταύτην, ἐκφῦναί τε καὶ γενέσθαι διετῆ καὶ τριετῆ, ἀνελόμενοι ἔνριζον, τὴν ῥίζαν αὐτὴν τῷ κατὰ σάρκα τρόπῳ ἐγκεντρίζουσι, καὶ οὕτω πάλιν φυτεύουσιν.

5] Ἕτεροι δὲ πρὸ ἐνιαυτοῦ ἐπιλεξάμενοι κλάδον ἀπὸ καρύας, ὅθεν βούλονται ἐγκεντρίσαι, στρέφουσι τοῦτον καὶ λυγίζουσι.

6] Τοῦτο γὰρ παθοῦσα ἡ κορύνη πληρεστέραν τὴν ἐντεριώνην ἕξει, καὶ τὸ ξεσθῆναι ῥᾷον ὑπομένει, καὶ ἐντιθεμένη κρατεῖ.

1] Ὁ κισσὸς ὕδατι χαίρει· φυτεύεται δὲ πρὸ καλανδῶν νοεμβρίων καὶ ἀπὸ καλανδῶν μαρτίων.

2] Τὸν δὲ κόρυμβον ὁ κισσὸς εὐπρεπῆ ἕξει, ἐὰν τρία κογχύλια καύσας τις, καὶ κόψας, καταπάσῃ, ἢ στυπτηρίᾳ ῥάνῃ τοὺς κορύμβους.

3] Λευκὸς δὲ ἐκ μέλανος γίνεται, γῆς λευκῆς βραχείσης, καὶ ταῖς ῥίζαις τοῦ 25 κισσοῦ ἐπιχεομένης δι’ ἡμερῶν ὀκτώ.

4] Δαμηγέρων δέ φησιν· εἴ τις κισσοῦ μέλανος κορύμβους τρεῖς εἰς ὀθόνιον καθαρὸν βάλῃ, καὶ δήσας λίνῳ σπληνικῷ περιάψει ἐφ’ ἡμέρας γ′, ἀπαλλάξει τοῦ πάθους τὸν περιαπτόμενον.