De lapidibus

Damigeron

Damigeron. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

4] Δαμηγέρων δέ φησιν· εἴ τις κισσοῦ μέλανος κορύμβους τρεῖς εἰς ὀθόνιον καθαρὸν βάλῃ, καὶ δήσας λίνῳ σπληνικῷ περιάψει ἐφ’ ἡμέρας γ′, ἀπαλλάξει τοῦ πάθους τὸν περιαπτόμενον.

1] Μαλάχη ἐκζεσθεῖσα καὶ καθ’ ἑαυτὴν ἐσθιομένη βράγχον παύει· σὺν ἐλαίῳ δὲ καὶ γάρῳ ἐσθιομένη γαστέρα λύειν δύναται.

2] Τὰ φύλλα αὐτῆς τριφθέντα μετὰ φύλλων ἰτέας ἐμπλάστρου πάσης εἰσὶ

χρησιμώτερα · φλεγμᾶναί τε γὰρ οὐκ ἐᾷ καὶ ἵστησι τὸ αἷμα, καὶ συνουλοῖ τὸ πρόσφατον τραῦμα, καὶ στρέμματα δὲ καὶ θλάσματα ἰάσεται.

3] Φαλαγγίων δὲ καὶ ἑρπετῶν πληγὰς ἰάσεται, εἰ κρόμυα καὶ πράσα λειώσας μίξεις τοῖς φύλλοις τῆς μαλάχης, καὶ ἐπιθήσεις.

4] Τῷ δὲ τῆς ἀγρίας μαλάχης χυλῷ εἴ τις χρίσαιτο σὺν ἐλαίῳ, οὔτε ὑπὸ σφηκῶν πληγήσεται, καὶ τὸν φθάσαντα πληγῆναι ὁ χυλὸς ἰᾶται. Καὶ τὰ φύλλα δὲ τῆς μαλάχης συγκοπέντα καὶ ἐπιτιθέμενα ἰᾶται τὴν πληγέντα.

5] Ὁμοίως θεραπεύει μαλάχη χριομένη λειχῆνας καὶ τὰ κρυπτὰ πάθη τῶν γυναικῶν.

6] Ὁ δὲ χυλὸς αὐτῆς ἐνσταζόμενος τοῖς ὠσὶ παύει τὴν ὠταλγίαν. Πινόμενος δὲ μετὰ μέλιτος ἰᾶται τοὺς ἡπατικοὺς καὶ ἀνανήφειν ποιεῖ τοὺς ἐπιληπτικούς. Ὁμοίως ὁ ταύτης χυλὸς ἰᾶται νεφριτικοὺς καὶ τοὺς ἰσχιαδικούς.

7] Τὸ δὲ ζέμα αὐτῆς πινόμενον θεραπεύει δυσουρίαν καὶ χρήσιμός ἐστι πρὸς δυστοκίαν.

1] Τὸ σκίμβρον, ὅ τινες σίσυμβρον καλοῦσιν, ὀρέξεως ἐστιν ἐνεργητικὸν καὶ οὔρων κινητικόν.

2] Χαίρει δὲ ἀέρι εὐκραεῖ καὶ ξηρῷ καὶ τόπῳ εὐηλίῳ μηδαμόθεν ἐνοχλουμένῳ ὑπὸ δένδρων. Τρέφεται δὲ ὑπὸ γῇ καὶ αὔξεται.

3] Σπείρεται δὲ καὶ φυτεύεται, ἀλλὰ ἀπὸ μὲν σπέρματος τῷ τρίτῳ ἔτει δώσει καρπόν. Εἰ δέ τις ἀπὸ τῆς κορυφῆς τῆς ῥίζης, ἐξ ἧς ἔχει τὴν βλάστην, ἥν τινες ὀφθαλμὸν καλοῦσι, φυτεύσει, ἐν αὐτῷ τῷ ἔτει δώσει τὸν καρπόν.