De figuris Demosthenicis
Tiberius Rhetor
Tiberius Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.
Ἐπιδιόρθωσις δέ ἐστιν ὅταν τὸ εἰρημένον ὡς ἐνδεέστερον διορθούμενος ἄλλο ἐπενέγκῃ.
ταύτης τοίνυν τῆς οὕτως αἰσχρᾶς καὶ περιβοήτου συστάσεως καὶ κακίας, μᾶλλον δὲ προδοσίας. καὶ πάλιν πρὸς τὸν Αἰσχίνην, ὀψὲ γάρ ποτε· ὀψὲ λέγω; χθὲς μὲν οὖν καὶ πρώην ἅμα Ἀθηναῖος καὶ ῥήτωρ γέγονε.
Ἀποσιώπησις δέ ἐστιν ὅταν μέλλων λέγειν πρᾶγμα αὐτὸ μὲν ἀποσιωπήσῃ, τὴν δὲ ὑπόνοιαν αὐτοῦ καταλίπῃ,
ἀλλ᾽ ἐγὼ μέν, οὐ βούλομαι δὲ οὐδὲν δυσχερὲς εἰπεῖν ἀρχόμενος τοῦ λόγου· οὗτος δὲ ἐκ περιουσίας μου κατηγορεῖ.καὶ πάλιν πρὸς τὸν Χαρίδημον,
ᾧ μήτηρ μὲν οὐκ ἐρῶ τίς ἢ πόθεν· οὐδὲν γὰρ δεῖ πλείω τῶν ἀναγκαίων αὐτὸν ἐξετάζεσθαι·οὐδὲν γὰρ ἂν εἶπε τοιοῦτον οἷον τῇ ὑπονοίᾳ παρέδωκεν.
Ἠθοποιΐα δέ ἐστιν ὅταν φεύγοντες τὸ προσκρουστικὸν τῶν ἐπιτιμήσεων ὡς ὑφ᾽ ἑτέρων προσώπων γινομένας εἰσάγωμεν, ὁποῖόν ἐστι τὸ παρὰ τῷ Δημοσθένει·
φέρε γάρ, πρὸς Διός, εἰ λόγον ὑμᾶς ἀπαιτήσειαν οἱ Ἕλληνες ὧν νυνὶ παρήκατε καιρῶν διὰ ῥᾳθυμίαν. καὶ πάλιν, εἶτ᾽, ὦ πάντων τῶν ἀνθρώπων φαυλότατοι.πικρῶς γὰρ καθικνεῖται τῶν Ἀθηναίων διὰ τοῦ προσώπου τῶν Ἑλλήνων. κἀκεῖνα δὲ ἠθοποιΐας τὰ ἠθικὰ σχήματα,
τόδε ἔδει εἰπεῖν καὶ τόδε ἔδει ποιῆσαι,ὅπερ πεποίηκεν Αἰσχίνης ἐπὶ τῷ Δημοσθένει εἰπών,
ὃν ἐχρῆν, εἰ καὶ μανεὶς ὁ δῆμος ἢ τῶν καθεστηκότων ἐπιλελησμένος, ἐπὶ τοιαύτης ἀκαιρίας ἐβούλετο στεφανοῦν αὐτόν, παρελθόντα εἰς τὴν ἐκκλησίαν εἰπεῖν· ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, τὸν δὲ καιρὸν ἀποδοκιμάζω, ἐν ᾧ τὸ κήρυγμα γίνεται.τοῦτο γὰρ τὸ νόημα ἐνὸν ἀπὸ τοῦ ἰδίου προσώπου εἰπεῖν, περιέθηκε τῷ ἀντιδίκῳ. καὶ Ὀδυσσεὺς παρ᾽ Ὁμήρῳ βουλόμενος τοῖς Ἀχαιοῖς εἰπεῖν ὅτι οὐ φυλάττουσι τὰς ὑποσχέσεις ἃς ὑπέσχοντο τῷ Ἀγαμέμνονι, πρὸς αὐτὸν ἀποστρέφει τὸν λόγον,
Ἀτρείδη, νῦν δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν· οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥνπερ ὑπέσταν, Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι.τοῦτο γὰρ ποιήσας προσέκρουσε μὲν οὐδαμῶς τοῖς Ἀχαιοῖς, ἐλεεινὸν δὲ ἀποφαίνει τὸν ὑπ᾽ αὐτῶν ἐγκαταλειφοθέντα, καὶ διὰ τῶν πρὸς τοῦτον λόγων ἐκείνοις ἐπέπληξεν.
Προσώπου δὲ ὑποβολή ἐστιν ὅταν θέλων τι εἰπεῖν πρὸς τὸ ἀνεκτότερον ἄλλῳ προσώπῳ τὸν λόγον περιθῇ, οἷον ἐν τοῖς Φιλιππικοῖς,
ὡς δ᾽ ἐγώ ποτε τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι, οὐδένων εἰσὶ βελτίους.πιστοῦται γὰρ ὡς παρ᾽ εἰδότος ἀκούσας τὰ λεγόμενα. μίγνυσι δὲ πολλαχοῦ τήν τε ἠθοποιΐαν καὶ τὴν τοῦ προσώπου ὑποβολήν, ὅταν ἑτέρῳ προσώπῳ περιβάλῃ λόγον. βουλόμενος γὰρ ἐπιτιμῆσαι τοῖς Ἀθηναίοις ὡς εἰς ῥᾳθυμίαν ἐκκλίνασιν, οὐκ ἀφ᾽ ἑαυτοῦ εἶπεν, ἀλλὰ τοῖς Ἕλλησι περιέθηκε τὸν λόγον,
ἐὰν οὖν οἱ Ἕλληνες πέμπωσι πρὸς ὑμᾶς καὶ λέγωσι, πέμπετε, ὦ Ἀθηναῖοι, πρὸς ἡμᾶς ἑκάστοτε πρέσβεις λέέγοντας ὡς ἐπιβουλεύει Φίλιππος ἡμῖν καὶ πᾶσι τοῖς Ἕλλησι,καὶ τὰ ἑξῆς. καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην,
ἂν δὲ δὴ πέμψας ὡς ἡμᾶς Αεύκων ἐρωτᾷ, τί ἔχοντες ἐγκαλέσαι καὶ τί μεμφόμενοι τὴν ἀτέλειαν αὐτὸν ἀφῇρησθε, τί, πρὸς θεῶν, ἐροῦμεν ἡμεῖς;ἐν γὰρ τούτῳ τῷ λόγῳ λίαν ἰσχυρότερον τὸν τρόπον ἐκ τοῦ προσώπου τῶν λεγόντων πεποίηκεν.
Τὸ πυσματικὸν σχῆμα ἔργα μὲν ἔχει τέσσαρα, προσοχήν, σαφήνειαν, ἐνάργειαν, ἔλεγχον. προσοχὴ
μὲν οὖν ἐστίν, οἷονδιὰ τί;καὶ πάλιν,
τίνος οὕνεκα ταῦτα λέγω;ἐπιστρέφει γὰρ τούς ἀκούοντας ἡ τοιαύτη ἐρώτησις. σαφήνεια δὲ οὕτως, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους,
ὁ μὲν τὸν νόμον τιθείς, οὕτως· ὁ δὲ τὸ ψήφισμα γράφων, πῶς;καὶ πάλιν,
ποῦ τοῦτο δηλοῖ; ἔν τε τῷ προτέρῳ νόμῳ καὶ ἐν τούτῳ.καὶ πάλιν,
ἀλλὰ πῶς; ὡς ἐν τῷ ἄξονι εἴρηται, φησί.ᾔδει γὰρ τὴν τῶν νόμων ἐξέτασιν φύσει δυσπαρακολούθητον οὖσαν, σαφήνειαν δὲ τὸ δοῦναι τὸ σχῆμα δυνάμενον. ἐνάργεια δέ ἐστι τὸ τοιοῦτον,
πῶς ἂν ὠμότερος συκοφάντης γένοιτο;καὶ πάλιν,
καὶ τίς ἂν γένοιτο ἀναιδείας ὑπερβολή;ἔλεγχος δέ ἐστι τὸ τοιοῦτον, ὅταν λέγῃ τί πράττειν ἔδει καὶ ποιεῖν τὴν πόλιν· καὶ πάλιν, τῆς ποίας μερίδος γενέσθαι τὴν πόλιν ἐβούλετ᾽ ἄν· καὶ τρίτον εἰς τὸ αὐτό,
τί τὴν πόλιν, Αἰσχίνη, προσῆκε ποιεῖν, ἀρχὴν καὶ τυραννίδα τῶν Ἑλλήνων ὁρῶσαν αὑτῷ κατασκευαζόμενον Φίλιππον;καὶ τέταρτον,
ἤδη γάρ σε ἐρωτῶ, πάντα τὰ ἄλλα ἀφείς.καὶ πάλιν,
πότερον πάντα ταῦτα ποιῶν ἠδίκει καὶ παρεσπόνδει καὶ διέλυε τὴν εἰρήνην, ἢ οὔ; καὶ πότερον φανῆναί τινα τῶν Ἑλλήνων τὸν ταῦτα κωλύσοντα ποιεῖν αὐτὸν ἐχρῆν, ἢ μή;οὐδὲ γὰρ ἀνενεγκεῖν τῷ ἀντιδίκῳ συνεχώρησεν, ἀλλὰ τῷ συνεχεῖ τῆς ἐρωτήσεως τὸ ἄπορον τῆς ἀποκρίσεως ἐξελέγχει.
Ἔμφασις δέ ἐστιν ὅταν μὴ αὐτό τις λέγῃ τὸ πρᾶγμα, ἀλλὰ δι᾽ ἑτέρων ἐμφαίνῃ, οἷον
τί τὸ κωλῦον αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται;ἐμφαίνει γὰρ ὅτι κωλύειν αὐτὸν οὐδενὸς βουλομένου τῆς Ἀττικῆς ἐπιβῆναι δυνήσεται. καὶ πάλιν Ἀπολλόδωρος,
ἐγὼ γὰρ ὁμομήτριον ἀδελφὸν ἐμαυτοῦ Πασικλέα νομίζω, ὁμοπάτριον δὲ οὐκ οἶδα.οὔτε γὰρ ἀνειμένην βλασφημίαν ἔχει τὸ εἰρημένον, καὶ ἀκριβῶς τῇ ἐμφάσει πρεσβυτέρα μοιχεία δέδεικται.
Ἀπὸ τοῦ ἀντικειμένου ἐστὶν ὅταν μὴ περὶ τοῦ προκειμένου τι εἴπῃ, ἀλλὰ τὸ ἀντικείμενον ἐφ᾽ ἑτέρου προσώπου, δι᾽ ἐκείνου τοῦτο σημαίνων, καὶ παρέοικε τῇ ἐμφάσει τοῦτο. βουλόμενος γὰρ πάλιν εἰπεῖν ἃ ὁ Μειδίας ἔπραττεν ἀπὸ τοῦ ἀντικειμένου αὐτὰ ἐπὶ τὸν Ἰφικράτην εἶπεν,
οὐκ ἐβάδιζεν ἐπὶ τὰς τῶν χρυσοχόων οἰκίας νύκτωρ, οὐδὲ κατερρήγνυε τὰ παρεσκευασμένα ἱμάτια εἰς τὴν ἑορτήν, οὐδὲ διέφθειρε διδάσκαλον, οὐδὲ χορὸν μανθάνειν ἐκώλυε.ταῦτα γὰρ ἀπὸ τοῦ ἀντικειμένου κατὰ τοῦ Μειδίου λέγει. καὶ πάλιν,
οὐκ ἐπὶ μὲν τοῖς ἑτέρων ἀγαθοῖς φαιδρὸς ἐγὼ καὶ γεγηθὼς κατὰ τὴν ἀγορὰν περιέρχομαι.τοῦτο γάρ που λέγει ὅτι οὗτοι τοιαῦτα πράττουσι.
Παρὰ προσδοκίαν δέ ἐστιν, ὅταν, ἄλλο τοῦ ἀκροατοῦ προσδεχομένου, ἄλλα μετά τινος χάριτος ἐπενέγκῃ, οἷον
τὰ μέντοι Φιλίππου εὐεργετήματα τοιαῦτα ἔσται· οὔτε τὰ ὑμέτερα ὑμῖν αὐτοῖς ἀποδώσει, οὔτε ἐν τῇ οἰκουμένῃ αἱ τιμαὶ ἔσονται.