De figuris Demosthenicis

Tiberius Rhetor

Tiberius Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonhard von, editor. Leipzig: Teubner, 1856.

Αὐτοσχέδιον δ᾽ ἔστιν ὅταν προσποιῆται ἄρτι νενοηκέναι, οἷον

ὃ τοίνυν μεταξὺ λέγων ἐνεθυμήθην.
καὶ πάλιν,
τουτὶ γὰρ αὖ μικροῦ με παρῆλθεν.

Ἀντίθετον δέ ἐστι τὸ κατὰ διάνοιαν, οὗ καὶ Αἰσχίνης μέμνηται τὸ

τοῖς ἐπιβεβουλευμένοις
* *  λέγων. βουλόμενος γὰρ ὁ Δημοσθένης τοῦ Αἰσχίνου τὸ περὶ τὴν Ὀλυνθίαν συμπόσιον μᾶλλον διαβάλλειν, ἐξ ἀντιθέτου εἶπε τὸ τοῦ Σατύρου ὁ περὶ τὰς Ὀλυνθίας αἰχμαλώτους φιλάνθρωπον, διὰ τῆς κατὰ τὸν Σάτυρον ἐπιεικείας εἰς τὴν τοῦ Αἰσχίνου παροινίαν μᾶλλον παροξύνων τούς δικάζοντας.

Διαλεκτικὸν δέ ἐστιν, ὃ μάλιστα ποιεῖ Δημοσθένης, ὅταν μὴ ἁπλῶς διεξίῃ τὸν λόγον, ἀλλὰ πρὸς πεῦσιν καὶ ἀπόκρισιν συλλογίζηται ἃ βούλεται, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος. ἠδύνατο μὲν εἰπεῖν, οὗτος ὑπὲρ ὑμῶν τὰς εἰσπράξεις οὐχ ὑπέστη, ὃς πολλοὺς πολλάκις μεῖζον τὴν πόλιν ἀδικήσαντας οὐκ ἔκρινεν, ὁ δὲ τῷ διαλεκτικῷ συνελογίσατο τρόπῳ·

πότεροι γάρ φησιν * * οἱ τὰ τῆς πόλεως κλέπτοντες ἢ οἱ τὰ ἑαυτῶν εἰσενεγκεῖν μὴ δυνάμενοι; φαίης ἂν ἐκείνους. τί ποτ᾽ οὖν ὄντων ἐτῶν πλειόνων ἢ λʹ ἐν οἷς πολλοὶ παρὰ τούτοις ἐπικέκρινται, οὐδενὸς τῶν πώποτε ἐξητάσθης κατήγορος; ὅτι ἐκείνοις μὲν συνηδίκεις, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφῃροῦ.
καὶ ἐν τῷ πρὸς Λεπτίνην,
ὀμωμόκατε γνώμῃ δικάσειν τῇ δικαιοτάτῃ. τὸ τοίνυν τῆς γνώἔῆς εἰς ἅπαντα ἀνενέγκατε τὸν νόμον. ἆρα ὑμῖν δίκαιον εἶναι δοκεῖ τοὺς εὐεργέτας τιμᾶν
τὰ δίκαια; τί δέ; ὁπόσα ἂν λάβῃ τις, δίκαιον ἔχειν; δίκαιον. ταῦτα τοίνυν αὐτοί τε ποιεῖτε, ἵνα εὐορκῆτε.
ἃ γὰρ ἐνῆν ἁπλῶς εἰπεῖν, ταῦτα πυνθανόμενόν τινα καὶ ἀποκρινόμενον ποιῶν μᾶλλον συνήγαγεν.

Τόπου δὲ ἐμβολὴ ἐξ ὀνόματός ἐστιν, ὅταν ὄνομα ὑποθεὶς ἐξ αὐτοῦ εἰσάγῃ τὸν τόπον, ὃ πλεῖστον παρ᾽ αὐτῷ καὶ κάλλιστον. προθεὶς γὰρ τοῦτο,

οὐδὲ θαυμάζω τοῦτ᾽ ἐγώ, * * εἰ μηδὲν ποιοῦντες ἡμεῖς τοῦ πάντα ποιοῦντος ἃ δεῖ περιῆμεν,
ἀπὸ τοῦ ῥήματος τόπον ἐποίησεν,
ἀλλ᾽ ἐκεῖνο θαυμ μάζω, εἰ Λακεδαιμονίοις ποτὲ ὑπὲρ τῶν Ἐλ.ληνικῶν δικαίων ἀντήρατε.
καὶ πάλιν προθείς,
τὸν δὲ τειχισμὸν τοῦτον, ὃν σύ μοι διέσυρ ρες, καὶ τὴν ταφρείαν ἀξίαν μὲν χάριτος καὶ ἐπαίνων κρίνω· πῶς γὰρ οὔ;
εἶτα ἐκ τοῦ κατὰ τὸν τειχισμὸν ὀνόματος ἐπήνεγκεν,
οὐ λίθοις ἐτείχισα τὴν πόλιν, οὐδὲ πλίνθοις ἐγώ, οὐδ᾽ ἐπὶ τούτοις μέγιστον τῶν ἐμαυτοῦ φρονῶ· ἀλλ᾽ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς σκοπεῖν, εὑρήσεις ὅπλα καὶ πόλεις.

Καθόλου δέ ἐστιν, ὅταν μὴ ἐπὶ τοῦ προκειμένου εἴπῃ τὸ νόημα ὃ βούλεται, ἀλλ᾽ εἰς τὸ καθόλου ἀνενεγκών, οἷον οὐχ αὑτῷ τοὺς δικαστὰς ᾐτήσατο ἐφεῖναι τάξιν ᾗ βούλεται χρήσασθαι, ἀλλὰ τὸ τοῦ ὅρκου φησί, καὶ τοῦτό ἐστι δίκαιον,

τὸ τῇ τάξει καὶ ἀπολογίᾳ ὡς βεβούληται τῶν ἀγωνιζομένων ἕκαστος, ο οὕτως ἐᾶσαι χρῆσθαι.
οὐ γὰρ ἴδιον πλεονέκτημα
ᾔτησεν, ἀλλ᾽ ἐβεβαίωσε κοινὸν δικαίωμα, καὶ ἔστιν ἐν τῷ σχήματι τούτῳ πολλάκις τὴν χρείαν τοῦ νοήματος τηροῦντα τὸ προσκροῦον φυλάττεσθαι.

Φαίη δ᾽ ἄν τις καὶ τὸ ὅρκου σχῆμα εἶναι παρ᾽ αὐτῷ. τὸ γὰρ

οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους, καὶ τοὺς ἐπ᾽ Ἀρτεμισίῳ ναυμαχήσαντας, καὶ . . .
ὅρκος ἐστί. τινὲς δέ φασι τοῦτο παράδειγμα εἶναι·
οὐ γὰρ ἡμάρτετε φησὶν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἀράμενοι,
ὥσπερ οὐδὲ οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες· καὶ γάρ ἐστιν ὅμοιον τῷ ὑπὲρ ἁπάντων ἐλευθερίας καὶ σωτηρίας κίνδυνον ἄρασθαι τὸ ἐν Μαραθῶνι προκινδυνεῦσαι. τὸ μὲν οὖν πρᾶγμα παράδειγμα ἐποίησεν, ἀντὶ δὲ τοῦ εὐθέως εἰπεῖν ἐσχημάτισεν, πρός τε τὸ λαμπρὸν ἅμα καὶ τὸ ἀξιόπιστον εἰς ὅρκου φαντασίαν μεταβάλλων.

Τοσαῦτα μὲν τὰ τῆς διανοίας σχήματα παρὰ Δημοσθένει κατενοήσαμεν, τὰ δὲ τῆς λέξεως ἐκ παραλλήλου, καὶ ταῦτα καταμάθωμεν προειπόντες ᾗ διαφέρουσιν ἀλλήλων. τούτῳ δὴ μάλιστα φαίη τις ἂν αὐτὰ διενηνοχέναι, τῷ τὰ μὲν τῆς διανοίας σχήματα, κἂν ὑπαλλάξῃ τις αὐτὰ τοῖς ῥήμασιν, ὁμοίως μένειν, τὰ δὲ τῆς λέξεως σχήματα οὐχ οἷόν τε εἶναι φυλάττεσθαι ὑπαλλαττομένης τῆς λέξεως. ἔστι δὲ ταῦτα, ἀλληγορία, μετάθεσις, ἀναστροφή, ἄλλη ἀναστροφή, ἐπανάληψις, παρονομασία, κλῖμαξ, ἐπαναφορά, ἀντιστροφή, ὑπερβατόν, καρίσωσις, πλεονασμός, περίφρασις, συζυγία, ἀπὸ κοινοῦ, μεταβολή, ὑποφορά, ἀσύνδετον, ἀντίθετον,

ἔλλειψις, διατύπωσις, διασυρμός, ἐπάνοδος, ἀφαίρεσις, ἀλλοίωσις, καὶ παρεμβολή.

Ἀλληγορία μὲν οὖν ἐστὶν ὅταν τῶν κυρίων τι ἑρμηνεύῃ τις ἐν μεταφοραῖς τὸ κύριον σημαίνειν δυναμέναις· πλεῖστον δὲ καὶ ἐναργέστατον παρ᾽ αὐτῷ τὸ σχῆμα ἐπὶ τοῦ Μειδίου,

τὸ γὰρ ἐπ᾽ ἐξουσίαις καὶ πλούτῳ εἶναι πονηρόν, τεῖχός ἐστι πρὸς τὸ μηδὲν ἐξ ἐπιδρομῆς παθεῖν· ἐπεὶ περιαιρεθείς γε οὗτος τὰ ὄντα οὐδενός ἐστιν ἄξιος, νῦν δ᾽ οἶμαι τοῦτο προβέβληται.
πάσας γὰρ ἐνταῦθα αἱρῆσαι τὰς τοῦ τείχους εἰκόνας.