Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Ἡ προπεμπτικὴ λαλιὰ λόγος ἐστὶ μετʼ εὐφημίας [*](5) τινὸς προπέμπων τὸν ἀπαίροντα. χαίρει δὲ ἁβρότητι καὶ διηγημάτων ἀρχαίων χάρισι. πολλοὶ δὲ τῆς προπεμπτικῆς τρόποι. εἷς μὲν ὁ δυνάμενος συμβουλεύειν κατὰ μέρος δέξασθαι τῶν λοιπῶν μερῶν δεχομιένων καὶ ἐγκώμια καὶ λόγους ἐρωτικούς, εἰ βούλεται προστιθέναι καὶ ταῦτα ὁ λέγων· δύναται δὲ συμβουλὴν ἐπιδέξασθαι, ὅταν ὁ πολλῷ κρείττων προπέμπῃ τὸν ἥττονα, ὡς ὅταν ὁ παιδευτὴς προπέμπῃ τὸν ἀκροατήν· δίδωσι γὰρ αὐτῷ συμβουλευτικὸν ἦθος τὸ οἰκεῖον ἀξίωμα. ἕτερος δὲ τρόπος ἂν γένοιτο, ἐν ᾧ δυνήσεταί τις ἐνδείξασθαι ἦθος ἐρωτικὸν καὶ διάπυρον περὶ τὸν προπεμπόμενον συμβουλὴν μὴ καταμιγνὺς τῆς ἀξίας ὑπαρχούσης ἐφαμίλλου καὶ τῆς δόξης ἴσης τῷ προπέμποντι καὶ τῷ προπεμπομένῳ, ὅταν ἑταῖρος ἑταῖρον προπέμπῃ· καὶ γὰρ εἰ βελτίων εἴη ὁ προπέμπων ἐνταῦθα τοῦ ἀπαίροντος, ἀλλʼ οὖν ἡ κοινωνία τοῦ ὀνόματος καὶ τὸ ἀμφοτέρους εἶναι φίλους ἀφαιρεῖται τὸ ἀξίωμα τῆς συμβουλῆς τὸν λέγοντα. γένοιτο δʼ ἂν καὶ [*](258) ἄλλος τρόπος πλείονα διατριβὴν ἔχων περὶ τὰ ἐγκώμια μᾶλλον, σχεδὸν δὲ εἰπεῖν μικροῦ σύμπασαν, ὅταν ἐθέλῃ προΐστασθαι τῷ μὲν δοκεῖν προπεμπτικὸν λόγον, τῇ δʼ ἀληθείᾳ ἐγκώμιον. ὥσπερ ἄν εἰ μέλλοιμεν προπέμπειν ἄρχοντα ἢ τῆς ἀρχῆς πεπαυμένον ἤ ἀφʼ ἑτέρας εἰς ἑτέραν πόλιν μέλλοντα ἀπιέναι. λέγω δὲ ταῦτα οὐκ ἀποστερῶν οὐδένα τῶν προειρημένων τρόπων τῆς προπεμπτικῆς τῶν ἐρωτικῶν παθῶν· χαίρει γὰρ ἡ προπεμπτικὴ πανταχοῦ τούτοις, ἀλλʼ ἐνδεικνύμενος ὅτι ὅπου μὲν μᾶλλόν ἐστιν αὐτῷ καταχρῆσθαι, ὅπου δὲ ἐπʼ ἔλαττον. παραλήψῃ δὲ ἐπὶ τοῦ ἂρχοντος καὶ πόθον πόλεων ὁλοκλήρων περὶ αὐτὸν καὶ ἔρωτας.

396

Διαιρήσεις δὲ τὴν προπεμπτικὴν οὑτωσί πως. ὑποκείσθω δὲ ἡμῖν νέος συνήθης προπέμπων φίλον, οὐκοῦν ὁ τοιοῦτος ἐνταῦθα ὥσπερ τι πεπονθὼς τῶν ἀτόπων καὶ ἀπροσδοκήτων σχετλιάσει πρὸς τὴν τύχην ἢ πρὸς τούς ἔρωτας, ὅτι μὴ συγχωροῦσι θεσμὸν φιλίας διαμένειν βέβαιον, ἀλλʼ ἄλλοτε ἄλλους πόθους ἐμβάλλοντες παρασκευάζουσι τὸν πάλαι συνθέμενον καὶ ὁμολογήσαντα φιλίαν ἄλυτον διαφυλάξειν πάλιν ἐρᾶν πατρίδος, πάλιν γονέων ἐπιθυμεῖν, ὥσπερ ἐπιλανθανόμενον τῶν πρὸς τὸν φίλον αὐτῷ περὶ φιλίας συνθη- κῶν· ἢ εἰσελεύσεται πρὸς τοὺς ἀκροατὰς ὥσπερ πρός [*](259) τινας δικαστὰς γραφὴν ἀποφέρων κατὰ τοῦ φίλου, προσποιούμενος δῆθεν κατὰ τὴν πρὸς τὸν ἑταῖρον συνθήκην· καὶ ἐπάξεις πάλιν παρακαλῶν τούς ἀκροατὰς  μὴ περιορᾶν παραβαίνοντα, ἐν οἷς καὶ ἱστορίας ἐρεῖς καὶ παραδείγματα. ἱστορίας μέν, ὅτι Θησεὺς καὶ Ἡρακλῆς ἑταῖροι γινόμενοι, καὶ Διομήδης καὶ Σθένελος, καὶ Εὐρύαλος δυσαπαλλάκτως ἀλλήλων εἶχον· ἐξ ἀλόγων δὲ παραδείγματα, ὅτι κἀν ταῖς ἀγέλαις καὶ ἵπποι καὶ μόσχοι συναφθέντες ἀλλήλοις συνηθείᾳ καὶ ὄρνιθες δυσχερῶς ἀλλήλων χωρίζονται. προῖὼν δὲ τῷ λόγῳ ὑπομνησθήσῃ, ἄν οὕτω τύχῃ, καὶ ἀσκήσεως κοινῆς καὶ παλαίστρας καὶ γυμνασίων τῶν αὐτῶν. μετὰ τὸν πρὸς τοὺς ἀκροατὰς λόγον, οὒς ὥσπερ δικαστὰς ὑπεθέμεθα, τρίτον ἐπὶ τούτοις εἰσάξεις πρὸς ἐποχὴν δῆθεν καὶ τὰ τῆς πόλεως ἐγκώμια. οὐδʼ οὕτως ὁ τῶν Ἀθηναίων αἱρεῖ σε πόθος, οὐδὲ μυστηρίων καὶ τελετῶν, οὐδὲ μουσεῖα καὶ θέατρα λόγων, οὐδὲ παιδευτῶν φιλοτιμίαι περὶ τούς λόγους, Ἄρειος δὲ πάγος καὶ Λύκειον καὶ Ἀκαδημία καὶ ἀκροπόλεως κάλλος, ἃ διείργασται φιλοπόνως ἅμα καὶ χαριέντως; ἀνέραστος ἄρα ὡς ἔοικεν ἦσθα·

397
  • πῇ δὴ συνθεσίαι καὶ ὅρκια βήσεται ἡμῖν.
  • οἷος γὰρ ἦν ἄρα μεγαλοφρονῶν ἐπὶ φίλοις ἐγώ, οἷον δὲ [*](260) τεῖχος ἐδόκουν περιβεβλῆσθαι τὸν φίλον, νῦν δὲ γεγύμνωμαι καθάπερ Αἴας τῆς ἀσπίδος, οἰκήσω τόπους ἐρήμους καὶ ἐρημίας, ἀπάνθρωπος ἐπικληθήσομαι, ὥσπερ τὸν Τίμωνά φασι· τί γὰρ δεῖ μοι συντίθεσθαι φιλίαν, ἵνα πάλιν καὶ παραβαίνοντος ἀνιαθῶ; μακαράζω τῶν θηρίων ἐκεῖνα, ὅσα τὸν μονήρη βίον ἔοικεν ἀγαπᾶν. ταῦτα, μὲν οὖν καὶ τὰ τοιαῦτα τὸ πρῶτον μέρος τῆς προπεμπτικῆς ἕξει, καὶ τοιοῦτον ἦθος ἐνδείξεται καὶ συνήθη καὶ φίλον τὰ ἐρωτικὰ εἰπὼν ἐν τούτοις τῆς προπεμπτικῆς κατὰ διαίρεσιν. ἐπειδὰν δὲ ἐπὶ τὸ λειπόμενον μέρος ἔλθῃς τῆς λαλιὰς, σχετλιάσεις πάλιν ὡς βουληθεὶς πεῖσαι, εἶτα ἀποτυχών, καὶ ἐπάξεις λέγων· οὐκοῦν ἐπειδὴ δέδοκται καὶ νενίκημαι, φέρε δὴ καὶ τῇ βουλήσει συνδράμωμεν. ἐνταῦθα τοίνυν ἥξεις ἐπὶ τὰ ἐγκώμια ἐκ μεθόδου, ὡς εὐτυχεῖς μὲν οἱ γονεῖς τῆς βλάστης, εὐδαίμων δὲ καὶ ἡ πόλις ἐπὶ σοί· τοὺς μὲν γὰρ εὐφρανεῖς ταῖς ἀρεταῖς, τῆς δὲ προστήσῃ ἐν δικανικαῖς ἀγοραῖς, ἐν ῥητόρων ἀγῶσιν, ἐν πρεσβείαις καὶ λόγων φιλοτιμίαις. ἵνα δὲ σύστασιν λάβῃ ταῦτα, ἐρεῖς ὅτι σύνοιδας ἑαυτῷ δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν καὶ ἀνδρείαν καὶ ἀρετὴν ἐκ λόγων, καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ οἱ παιδευταὶ καὶ [*](261) ὅσοι συνήθεις γεγόνασιν. ἐν οἷς καὶ πράξεις ἐρεῖς πρὸς ἀπόδειξιν τῶν ἀγαθῶν καὶ πράξεων ἂν εὐπορῇς· καὶ. ὅτι βασιλεῦσι χρήσιμος ἔσται γνωσθεὶς διὰ τὴν ἀρετήν, καὶ ὅτι καὶ παιδευτηρίων προστήσεται ἴσως, οὐ μέντοι ὡς Ἰσοκράτης ἢ Ισαῖος ἢ Λυσίας ἥ τις τοιοῦτος ὅμοιος ἔσται· ἐρεῖς δὲ ταῦτα, ἐὰν πάνυ πεπαιδευμένον ὄντα λόγων προπέμπῃς τινά· τούτῳ γὰρ ἁρμόσει τὸ τοιοῦτον ἐγκώμιον, ὅτι προστήσεται τυχὸν καὶ λόγων καὶ παιδεύσει
    398
    νέους· ἐὰν γὰρ τῶν μὴ προσόντων αὐτῷ μνησθῇς, ἅπαντες ἴσασιν, ὅτι τούτων σύνεστιν οὐδὲν αὐτῷ, προσέτι καὶ ἀπίθανος εἶναι δόξεις, καὶ περὶ τῶν ἄλλων λόγων ὕποπτον καταστήσεις σεαυτὸν ἐκ τούτου καὶ προσάντη τὸν ἀκροατὴν τῷ λόγῳ. δεῖ γὰρ τοῖς ὡμολογημένοις πανταχοῦ συντρέχειν. ἐρεῖς δὲ καὶ ἐπὶ τῶν τοιούτων ὅτι καὶ ὅτε ἅμιλλαι λόγων ἐπὶ τῶν μουσείων [*](262) ἦσαν, ἐπῃνεῖτο παρὰ τῶν καθηγεμόνων τῶν ἡλικιωτῶν μᾶλλον. καὶ ὥσπερ Ἔφορος ἐστεφανοῦτο καὶ Θεόπομπος, οἱ μαθηταὶ Ἰσοκράτους, ὡς διαφέροντες τῶν ἄλλων (καὶ γὰρ Ἰσοκράτης ἀρετῆς προὐτίθει ἀγῶνα τοῖς ἀρίστοις τῶν ἀκροατῶν κατὰ μῆνα στέφανον·) οὕτω καὶ οὗτος διαφέρων ἐφαίνετο καὶ ἐπαίνων ἠξιοῦτο οὐκ ἐλαττουμένων στεφάνων. ἐπειδὴ δὲ εἰς εὐδαιμονίαν συντελεῖ καὶ σώματος κάλλος, γράψον καὶ τὸν νεανίαν, οἷος μὲν ἰδεῖν, οἷος δʼ ὀφθῆναι. ἐν ᾧ διαγράψεις αὐτοῦ καὶ ἴουλον καὶ ὀφθαλμούς καὶ κόμην καὶ τὰ λοιπά. ἵνα δὲ τὸν λόγον σεμνὸν ποιῇς τὸν περὶ τῆς γραφῆς καὶ τὴν διαβολὴν ἐκφύγῃς τὴν ἐκ τοῦ κάλλους, ἀπέργασαι τὸ ἦθος σεμνότερον, λέγων ὅτι κοσμεῖ δὲ τὸ εἶδος τῇ τῶν ἡθῶν ἐγκρατείᾳ, καὶ τῷ μὴ πολλοῖς ῥᾳδίως ἑαυτὸν ἐκδιδόναι, ἀλλὰ μόνον συνεῖναι τῶν ἀνδρῶν τοῖς ἀρίστοις καὶ λόγοις καὶ βιβλίοις. καιρὸν ἔχεις μετὰ ταῦτα καὶ τὴν πατρίδα ἐπαινέσαι τὴν ἐκείνου, ὅτι λαμπρὰ καὶ ἔνδοξος καὶ οὐ μείων τῶν πολυθρυλήτων, ἐν ᾖ λαμπρὸς ὀφθήσεται ἐν λαμπρᾷ καὶ εὐδαίμονι. εἶτα ἐπὶ τούτοις ἅπασιν ἀξιώσεις αὐτὸνμεμνῆσθαι τῆς πάλαι συνηθείας, τῆς εὐνοίας, τῆς φιλίας, καὶ παραμυθεῖσθαι [*](263) τὴν ἀπόστασιν μνήμαις καὶ λόγοις, κὰν μὲν πεζεύειν μέλλῃ, διάγραφε τὴν ὁδὸν καὶ τὴν γῆν διʼ ἧς πορεύεται, οἷος μὲν ἔσται, ἐὰν οὕτω τύχῃ διὰ τῆς Θρᾴκης διῖών, ἐπαινούμενος καὶ προπεμπόμενος ἐπὶ τοῖς λόγοις, θαυμαζόμενος
    399
    δὲ διὰ Λυδίας καὶ Φρυγίας· ἐὰν δὲ διὰ θαλάττης ἀνάγηται, ἐκεῖ σοι μνήμη θαλαττίων ἔσται δαιμόνων, Αἰγυπτίου Πρωτέως, Ἀνθηδονίου Γλαύκου, Νηρέως, προπεμπόντων τε καὶ συνθεόντων τῇ νηΐ, καὶ συνηδομένων δελφίνων τε ἅμα καὶ κητῶν, τῶν μὲν σαινόντων, τῶν δὲ ὑποφευγόντων, ὡς Ποσειδῶνος αὐτοῦ τὴν ναῦν προπέμποντος· ἡ δὲ ναῦς θείτω θεοῖς ἐναλίγκιον ἅνδρα φέρουσα, ἕως ἄν προσαγάγῃς αὐτὸν τοῖς λιμέσι τῷ λόγῳ, καταστρέψεις δὲ εἰς εὐχὴν τὸν λόγον αἰτῶν αὐτῷ παρὰ τῶν θεῶν τὰ κάλλιστα.

    Ὁ ἐπιθαλάμιος λέγεται ὑπό τινων καὶ γαμήλιος, [*](6) λόγος δʼ ἐστὶν ὑμνῶν θαλάμους τε καὶ παστάδας καὶ νυμφίους καὶ γένος, καὶ πρό γε πάντων αὐτὸν τὸν [*](264) θεὸν τῶν γάμων· χαίρει δὲ διηγήμασιν ἐπαφροδίτοις τε καὶ ἐρωτικοῖς· ταῦτα γὰρ οἰκεῖα τῇ ὑποθέσει. μετεχειρίσαντο δὲ τὸ εἶδος οἱ μὲν συντόνως, οἱ δὲ συγγραφικώτερον, καὶ δῆλον ὅτι ὁ μὲν σύντονος συνέστραπται λόγος ἄτε πολιτικῶς προῖών, καὶ ἔξεις τὰς ἀρειὰς τοῦ πολιτικοῦ λόγου προοίμιά τε ἐγκατεσκευασμένα, ἢ μέγεθος περιθήσεις τῇ ὑποθέσει αὔξων αὐτὴν ἀπὸ τῶν προσώπων τῶν ζευγνυμένων, ἂν ὦσιν οἱ νυμφίοι τῶν ἐνδόξων, ἢ τὴν αἰτίαν ἐν αὐτοῖς ἐρεῖς, διʼ ἢν παρελήλυθας ἐπὶ τὸ λέγειν, ὅτι συγγενὴς τῶν γαμούντων, ὅτι παρακληθεὶς ἦλθον ἐπὶ τὸν λόγον, ὅτι ἔρανον ἀποδιδούς αὐτῷ προειληφὼς πρότερον χάριτας ἢ καὶ ἄλλως, ὅτι φιλίᾳ χαριζόμενος, ἢ ὅ τι περ ἄν παραπέσῃ τοιοῦτον, ἢ ὅτι ἀρχόντων καὶ πόλεων· καὶ ἐθνῶν συνελθόντων καὶ συνεορτάζειν αἱρουμένων ἄτοπον ἦν αὐτὸν σιγᾶν καὶ μὴ χαρίζεσθαι τοσαύτῃ συνόδῳ καὶ συνεορτάζειν ἐθέλειν τοῖς παροῦσιν ἅπασιν.

    400
    μὴ ἀμοιρείτω μέντοι τὰ προοίμια χάριτος, κἂν σύντονα [*](265) τυγχάνῃ, ἀλλʼ ἐχέτω μὲν ἐννοίας ἡδίστας ὡς ἔνι μάλιστα πρεπούσας τῇ ὑποθέσει· εἰ δὲ μή, ὀνόματα γοῦν ἐπαφρόδιτα καὶ κεχαρισμένα παστάδων, ὑμεναίων, γάμων, Ἀφροδίτης, ἐρώτων, ἵνα καὶ οἰκεῖα γένηται τῇ ὑποθέσει καὶ τοῖς ἀκούουσιν ἥδιστα.

    Καὶ τὰ μὲν προοίμια τοῦ συντόνου ταῦτα καὶ τούτοις παραπλήσια, τοῦ δὲ ἀνέτου καὶ συγγραφικοῦ λόγου ἧττον μὲν ἐγκατάσκευα, οὐκ ἐμπερίβολα δέ, ἀλλʼ ὡς ἐν συγγραφῇ ἡπλωμένα μᾶλλον ἐννοίας ἔχοντα τὰς αὐτάς. ἔστι δέ ποτε ἐν ἀνέτῳ λόγῳ καὶ ἀπὸ διηγήματος ἄρξασθαι ἀνύοντά τι διὰ τοῦ διηγήματος τῶν προειρημένων ἐννοιῶν, οἷον εἰ λέγοις, νέος ὢν ὅτι γαμοῦντος Διονύσου τὴν Ἀριάδνην παρῆν ὁ Ἀπόλλων καὶ τὴν λύραν ἔπληττεν· ὅτι Πηλέως γαμοῦντος παρῆσαν μὲν ἅπαντες οἱ θεοί, προσῆσαν δὲ Μοῦσαι, καὶ οὐκ ἠμέλει τῶν παρόντων ἕκαστος πρέπουσαν αὐτῷ δωρεὰν χαρίζεσθαι τῷ γάμῳ, ἀλλʼ ὁ μὲν ἐδίδου δῶρα, ὁ δὲ ἔπληττε λύραν, αἱ δὲ ηὔλουν, αἱ δὲ ᾖδον, Ἐρμῆς δὲ ἐκήρυττε τὸν ὑμέναιον· ὁρῶ δὲ καὶ νῦν παρʼ ἡμῖν ὅμοια. καὶ γὰρ οἱ μὲν σκιρτῶσιν, οἱ δὲ ἀνευάζουσιν, ἐγὼ δὲ λέγω καὶ ᾄδω τοὺς γάμους. ἢ ἄλλως ὅτε ὁ Μεγακλῆς ἐγάμει τὴν Ἀγαρίστην καὶ συνῆλθον τῶν Ἑλλήνων οἱ ἄριστοι, τότε οὐδεὶς μὲν ποιητής, οὐδεὶς δὲ λογοποιὸς ὑστέρει, ἀλλʼ ὁ μὲν ῥήτωρ ἔλεγεν, ὁ δὲ συγγραφεὺς βίβλους ἐν μέσοις ἀνεγίνωσκε, ἅπαντες δὲ [*](266) ἀνύμνουν τὸν γάμον· τῆσδε τῆς Σικυωνίας οὐ χείρων ἡ παρʼ ἡμῖν, ὥστε καὶ ταὐτὰ δεύτερα γίνεσθαι. Καὶ περὶ μὲν προοιμίων τοσαῦτα· δώσει γὰρ ἡμῖν ἡ ὑπόθεσις πρὸς τὰ τότε παρόντα πρόσφορα ἀληθεστέρας ἐννοίας καὶ μᾶλλον ἴσως οἰκείας· τὰ δὲ μετὰ τὰ προοίμια ἔστω περὶ τοῦ θεοῦ τοῦ γάμου λόγος ὑπερθετικὸς

    401
    καθόλου τὴν ἐξέτασιν περιέχων ὅτι καλὸν ὁ γά- μος, ἅρξῃ δὲ ἄνωθεν, ὅτι μετὰ τὴν λύσιν τοῦ χάους εὐθὺς ὑπὸ τῆς φύσεως ἐδημιουργήθη ὁ γάμος, εἰ δὲ βούλει, ὡς Ἐμπεδοκλῆς φησι, καὶ ἔρως. γενόμενος δὲ ὁ θεὸς οὗτος συνάπτει μὲν οὐρανὸν τῇ γῇ, συνάπτει δὲ Κρόνον τῇ Ῥέᾳ, συνεργοῦντος αὐτῷ πρὸς ταῦτα τοῦ ἔρωτος· εἶτα ἐφεξῆς ἐρεῖς, ὅτι ἡ τῶν ὅλων διακόσμησις διὰ τὸν γάμον γέγονεν, ἀέρος, ἀστέρων, θαλάσ- σης· τοῦ γὰρ θεοῦ τούτου τὴν στάσιν παύσαντος καὶ συνάψαντος ὁμονοίᾳ καὶ τελετῇ γαμηλίῳ τὸν οὐρανὸν πρὸς τὴν γῆν ἅπαντα διεκρίθη καὶ στάσιν οἰκείαν ἔλαβεν. ὑποβαίνων δὲ πάλιν ἐρεῖς ἐξ ἀκολουθίας, ὅτι καὶ αὐτὸς τῇ βασιλείᾳ τῶν ὅλων τὸν Δία δημιουργήσας ἐπέστησε, καὶ οὐκ ἄχρι τῶν θεῶν ἔστη μόνον, ἀλλὰ καὶ τοὺς ἡμιθέυυς αὐτὸς παρήγαγεν πείσας θεούς συνελθεῖν τοὺς μὲν γυναιξί, τοὺς δὲ νύμφαις. μετὰ ταῦτα πάλιν ἐρεῖς ὅτι αὐτὸς τὸν ἄνθρωπον ὁμοίως φησὶ παρεσκεύασε καὶ σχεδὸν ἀθάνατον ἐφιλοτέχνησε, συμπαραπέμπων ἀεὶ τὰς διαδοχὰς τοῦ γένους τῷ μήκει τοῦ χρόνου, καὶ ὅτι βελτίων Προμηθέως ἡμῖν· ὁ μὲν γὰρ [*](267) τὸ πῦρ μόνον κλέψας ἔδωκεν, ὁ δὲ γάμος ἀθανασίαν ἡμῖν χαρίζεται. ἐμπλεονάσεις δὲ τούτῳ τῷ μέρει δεικνύς, ὅτι διʼ αὐτὸν θάλαττα πλεῖται, διʼ αὐτὸν γεωργεῖται γῆ, ὅτι φιλοσοφία καὶ γνῶσις τῶν οὐρανίων διʼ ἐκεῖνόν ἐστι, καὶ νόμοι καὶ πολιτεῖαι, καὶ πάντα ἀπλῶς τὰ ἀνθρώπινα· εἶτα οὐδὲ μέχρι τούτων στήσῃ, ἀλλʼ ὅτι καὶ μέχρι πηγῶν καὶ ποταμῶν διικνεῖται ὁ θεὸς καὶ νηκτῶν καὶ χερσαίων καὶ ἀερίων. ἐν δὲ τούτοις ἅπασι διηγήματα θήσεις, ποταμῶν μέν, ὅτι Ἀλφειὸς ὁ Πισαῖος ἐρᾷ πηγῆς Σικελικῆς Ἀρεθούσης, καὶ βιάζεται τὴν φύσιν, καὶ καθάπερ νυμφίος ἐρωτικὸς κελαρύζων διὰ τῆς θαλάττης ἐπῄει ζέων εἰς τὴν νῆσον τῆς Σικελίας,
    402
    καὶ εἰς κόλπους ἐμπίπτει τὴς ἐρωμένης Ἀρεθούσης καὶ μίγνυται. περὶ δὲ τῶν νηκτῶν δῆλον γὰρ ὅτι καὶ αὐτὰ [*](268) τὰ ζῶα τὰ κατὰ τὴν θάλατταν τελετὴν οἶδε γάμου, καὶ τὰ χερσαῖα καὶ τὰ πετεινὰ πάντα, καὶ τὸν ἀνήμεροτ λέοντα καὶ φοβερὰ βρυχώμενον ἤγαγεν εἰς τὴν τελετὴν καὶ ὑπέζευξεν Ἀφροδίτης νόμῳ, καὶ τὰς ἀγριωτάτας παρδάλεις καὶ ὅσα τοιαῦτα. περὶ δὲ δένδρων ἐρεῖς, ὅτι κἀκεῖνα οὐκ ἄμοιρα γάμων· οί γὰρ ἐπὶ ταῖς κόμαις σύνδεσμοι φιλοτεχνήματα γαμούντων δένδρων εἰσί, καὶ τοῦ θεοῦ ταῦτά ἐστιν εὑρήματα· ἔτι δὲ τούτου ἀνωτέρω ἐν τῇ μνήμῃ τῶν θεῶν ἐρεῖς διηγήματα ἕν ἢ καὶ δεύτερον, ἢ περὶ Ποσειδῶνος γαμοῦντος τὴν Τυρὼ ἐν ταῖς προχοαῖς Ἐνιπέως, ποταμὸς δὲ Θετταλίας ὁ Ἐνιπεύς, ἢ περὶ Διὸς γήμαντος τὴν Εὐρώπην καὶ τὴν Ἰὼ καὶ ὅσα παραπλήσια τούτοις. πολλὴ δὲ ἱστορία τοιαύτη παρὰ ποιηταῖς καὶ συγγραφεῦσι, παρʼ ὧν καὶ λήψῃ τὴν χορηγίαν, ἐπιφωνήσεις δὲ καὶ τῶν Σαπφοῦς ἐρωτικῶν καὶ τῶν Ὁμήρου καὶ Ἡσιόδου· πολλὰ δὲ αὐτῷ ἐν τοῖς Καταλόγοις τῶν γυναικῶν εἴρηται περὶ θεῶν συνουσίας καὶ γάμου.

    Μετὰ τὸν περὶ τοῦ γάμου λόγον, ἐν ᾧ τὸν θεὸν ὕμνησας, ἥξεις ἐπὶ τὰ τῶν γαμούντων ἐγκώμια. κοινὰ δὲ τὰ προειρημένα πάντα καὶ ῥηθησόμενα τοῦ τε συντόνου [*](269) καὶ τοῦ ἀνέτου λόγου, διοίσουσι δὲ τῷ χαρακτῆρι μόνῳ τῆς ἀπαγγελίας τὰ τοιαῦτα ἐγκώμια. διττὴν δʼ ἔχει τὴν μέθοδον· καὶ γὰρ γένος γένει συνάψ εις κράνων, ἵνα μὴ δοκῇς τὸν μὲν ἐλαττοῦν, τὸν δὲ αὔξειν, ἀλλὰ κατὰ ἀντεξέτασιν προάγων τὸν λόγον, ὅτι ὅμοιον ὁμοίῳ συνάπτεται· παρακολουθεῖ δὲ τῷ εἴδει τούτῳ ἀσάφειά τις καὶ αὐχμηρότης διὰ τὴν μῖξιν, ἣν ὡς δυνατὸν φυλαττομένους χρὴ προλέγειν σαφηνείας φροντίζοντας. ἢ οὐ συνάψεις μὲν οὐδʼ ἀντεξετάσεις, ἰδίᾳ δὲ

    403
    ἐπαινέσεις πρότερον μὲν τὸ τοῦ νυμφίου, ἂν οὕτω τύχῃ, δεύτερον δὲ τὸ τῆς κόρης. δεῖ δὲ ζητεῖν τὸ ἐνδοξότερον ἐν τούτοις τοῖς καιροῖς καὶ τοῦτο πράττειν, οὐκ ἐνδιατρίψεις δὲ σφόδρα τῷ περὶ τοῦ γένους λόγῳ τὴν τοῦ μήκους ἀηδίαν προφυλαττόμενος, καὶ τῷ μήτε ἐπάγγελμα ταύτην ἔχειν τὴν ὑπόθεσιν, ἀλλὰ τοὺς γάμους μᾶλλον καὶ τὴν παστάδα. πρέπει δέ τί σοι ὀλίγα τεχνολογῆσαι περὶ τοῦ γένους. ἐὰν μὲν οὖν ἔνδοξα σφόδρα τυγχάνῃ τὰ γένη, αὔξειν δεῖ ταῦτα συλλαμβάνοντα ἀθρόως τὸν περὶ αὐτῶν λόγον διʼ ὀλίγων, εἶτα ἀπὸ τῶν ἰδίων πάλιν αὔξειν ἀεὶ πράξεις αὐτῶν λέγοντα καὶ φιλοτιμίας. ἐὰν δὲ τῶν μετρίων καὶ μὴ περιβλέπτων τυγχάνῃ, δεῖ ζητεῖν τοὺς ἐγγύς πατέρας, εἰ λαμπροὶ εἶεν κατὰ τὴν πόλιν ἢ εὐδόκιμοι, καὶ ἀπὸ τούτων [*](270) πάλιν ἐπιχειρεῖν. εἰ δὲ οἱ ἐγγὺς μὲν πατέρες ἀφανεῖς, τὸ δὲ γένος ἐπισημότερον, μᾶλλον ἀπὸ τοῦ γένους πειρᾶσθαι χρὴ τὰ ἐγκώμια παραλαμβάνειν· θηρευέτω γὰρ ὁ λόγος τὰ ἐνδοξότερα. ἐὰν δὲ τὸ μὲν ἓν ἔνδοξον τῶν γενῶν τυγχάνῃ, τὸ δὲ οὔ, δεῖ ζητεῖν τούς ἐγγὺς πατέρας τῶν ἐνδόξων καὶ τὰς ἀρετάς, σωφροσύνην, ἐπιείκειαν τοῦ ἑτέρου γένους· οὐ γὰρ ἀπορήσεις ἀφορμῶν. εἰ δὲ μηδέτερον τῶν γενῶν ἔχοι μηδεμίαν λαμπρότητα, χρὴ τὸ ἦθος καὶ τὸν τρόπον καὶ τὴν ἐπιείκειαν ἐπαινέσαντα διὰ βραχέων, καὶ παρακλέψαντα τὸν περὶ αὐτῶν λόγον ἀναδραμεῖν ἐπὶ τοὺς νυμφίους.

    Τρίτος τόπος ἐστὶν ὁ ἀπὸ τῶν νυμφίων, χαριέστατος τος δʼ ἄν οὗτος γένοιτο, εἰ κατὰ συμπλοκὴν ἀντεξεταστικῶς προέλθοι, ὅτι θαυμάσιος μὲν ὁ νεανίας, θαυμασία δὲ ἡ κόρη, ἐν παιδείᾳ σοφὸς οὗτος ἐν λύρᾳ, καὶ ἐν μούσαις οὗτος ἀρίζηλος, ἐκείνη δὲ ἐν σεμνότητι· εἰ δʼ οὐκ ἔχοις τοῦτο, λέγε, ὅτι οὗτος μὲν ἐν λόγοις, ἐκείνη δὲ ἐν ἱστουργίαις καὶ Ἀθηνᾶς καὶ Χαρίτων ἔργοις.

    404
    καὶ ἄνευ μὲν ἀντεξετάσεως, κατὰ συμπλοκὴν δὲ ἄλλως· ἀμφοτέρων δὲ τίς οὐκ ἂν τὰς ἀρετὰς ἐπαινέσειε, καὶ τὴν προσοῦσαν σωφροσύνην, καὶ τὴν ἐνυπάρχουσαν [*](271) ἐπιείκειαν; δυνατὸν δὲ καὶ ἰδίᾳ καὶ χωρὶς ἑκάστου διελόμενον τὸν ἔπαινον ἐπαινεῖν· κάλλος δὲ παρʼ ἀμφοῖν κατὰ ἀντεξέτασιν, πάντως οὐχ ἡ μὲν φυτῶν καλ- λίστῳ ἐλαίᾳ, ὁ δὲ φοίνικι παραπλήσιος; καὶ ὅτι ὁ μὲν ῥόδῳ προσέοικεν, ἡ δὲ μήλῳ. διαγράψεις δὲ καὶ τὸν νεανίαν οἷος ἰδεῖν, οἷος ὀφθῆναι, ὡς χαρίεις καὶ εὐπρόσωπος, ὡς ἰούλοις κατάκομος, ὡς ἄρτι ἡβάσκων, τῆς παρθένου γὰρ φυλάξῃ διὰ τὰς ἀντιπιπτούσας διαβολὰς κάλλος ἐκφράζειν, πλὴν εἰ μὴ συγγενὴς εἴης, καὶ. ὡς εἰδὼς ἀναγκαίως λύοις τὸ ἀντιπῖπτον τῷ λέγειν τὸ ἀκηκόαμεν ταῦτα.