Περὶ ἐπιδεικτικῶν
Menander, of Laodicea
Menander, Περὶ ἐπιδεικτικῶν, Spengel, Teubner, 1865
4 Τὸ τῆς λαλιᾶς εἶδος χρηησιρῶτατόν ἐστιν ἀνδρὶ σοφιστῇ, καὶ ἔοικε δύο εἴδεσι τῆς ῥητορικῆς ὑποπίπτειν τῷ τε ὅυμβουλευτικῷ καὶ τῷ ἐπιδεικτικῷ· πληροῖ γὰρ ἑκατέρου τὴν χρείαν· καὶ γὰρ ἄρχοντας ἐὰν ἐγκωμιάσαι βουλώμεθα, πολλῶν ἐγκωμίων παρέχει τὴν ἀφθονίαν· καὶ γὰρ δικαιοσύνην αὐτῷ καὶ φρόνησιν καὶ τὰς λοιπὰς ἀρετὰς διὰ τῆς λαλιᾶς καταμηνύειν δυνάμεθα. καὶ μὴν καὶ συυβουλεῦσαι διὰ λαλιᾶς ὅλῃ τῇ πόλει καὶ ἀκροαταῖς πᾶσι καὶ ἄρχοντι, εἰ βουλοίμεθα, προσδραμόντι πρὸς τὴν ἀκρόασιν ῥᾴδιον. καὶ μὴν καὶ αὐτῷ καταμηνῦσαί τινα ὀργὴν ἢ λύπην ἢ καὶ ἡδονὴν πρὸς τοὺς ἀκροατὰς διὰ λαλιᾶς οὐ κεκώλυται, ἔξεστι δὲ καὶ σχηματίσαι διάνοιαν ὅλην ἢ ἀποσκώπτοντα ἢ κωμῳδεῖν ἐπιχειροῦντα, ἦθός τινος προαιρούμενον, ἢ ψέγοντα βίον, ἢ ἄλλο τι τῶν [*](248) τοιούτων. εἰπόντες δὲ τούτων παραδείγματα πειρασόμεθα
Ἄρχοντός τινος ἔθνους διὰ λαλιᾶς πρόκειται ἡμῖν ἐγκώμιον. οὐκοῦν ζητήσομεν ὁποῖός ἐστι περὶ βασιλέας, ὁποῖός ἐστι περὶ κατασκευὰς τῶν πόλεων, καὶ τῶν δημοσίων οἰκοδομημάτων, καὶ περὶ τὰς κρίσεις τῶν ἰδιωτῶν, ὁποῖος δὲ καὶ καθʼ ἑαυτὸν τὸν τρόπον, ὁμιλητικὸς πρᾷος ἢ τοὐναντίον αὐστηρὸς καὶ κατεστυμμένος. οὐκοῦν ληψόμεθα πρὸς τοῦτο τὸ παράδειγμα ἱστορίαν ἀρχαίαν ἢ πλάσαντες αὐτοί, ἵνα μὴ δοκῶμεν γυμνοῖς αὐτοῖς τοῖς πράγμασιν ἐγχειρεῖν· οὐ γὰρ ἔχει τοῦτο ἡδονήν· χαίρει γὰρ τὸ τῆς λαλιᾶς εἶδος τῇ γλυκύτητι καὶ τῇ τῶν διηγημάτων ἁβρότητι. παραγένοιτο δʼ ἂν ἡ γλυκύτης τῶν λόγων, εἰ παραδείγματα λέγοιμεν διʼ ὧν ἐμφανιοῦμεν ὃ προαιρούμεθα, ἱστορίας ἡδίστας τοῖς ἀκροαταῖς μαθεῖν ἐκλεγόμενοι, οἷον περὶ θεῶν, ὅτι καὶ θεοὶ πεφύκασιν ἐπιμελεῖσθαι τῶν ἀνθρώπων, οἷον εἰ Ἡρακλέους μνημονεύοιμεν ὡς πειθομένου μὲν ἀεὶ τῷ Διῒ προστάττοντι, ἀθλοῦντος δὲ ὑπὲρ τοῦ βίου τῶν ἀνθρώπων, καὶ τούς μὲν ἀδίκους ἐξαιροῦντος, τοὺς ἀγαθούς δὲ ἐγκαθιστάντος πρὸς ἐπιμέλειαν τῶν πόλεων. εἰ Ἀγησίλαον λέγοιμεν, ὡς πειθόμενον Δακεδαιμονίων τοῖς προστάγμασιν, ἄρξαντα [*](249) δὲ τῆς Ἰωνίας καὶ τῆς Ἑλλησπόντου λαμπρῶς, καὶ θαυμασθέντα οὕτως, ὥστε καὶ ταινίαις ἀναδεθὴναι παρὰ τῶν ὑπηκόων καὶ ἄνθεσι βάλλεσθαι ταῖς πόλεσιν ἐπιδημοῦντα. μεστὴ δὲ καὶ ἡ ίστορία Ἡροδότου γλυκέων διηγημάτων, ἐν οἷς ἡδονὴ παντοδαπῶς παραγίνεται τῷ λόγῳ οὐ μόνον ἀπὸ τῆς ξένης τῶν διηγημάτων ἀκοῆς, ἀλλὰ καὶ ἀπὸ τῆς ποίας συνθέσεως, ὅταν μὴ τραχείᾳ χρώμεθα τῇ ἐξαγγελίᾳ, μηδὲ περιόδους ἐχούσῃ καὶ ἐνθυμήματα, ἀλλʼ ὅταν ἁπλουστέρα τυγχάνῃ καὶ ἀφελεστέρα,
Συμβουλεύσεις δὲ διὰ λαλιᾶς περὶ ὁμονοίας πόλει, ἀκροαταῖς, φίλοις, ἀντιπολιτευομένοις καὶ πλάττουσι συναγαγεῖν αὐτοὺς εἰς εὔνοιαν τὴν πρὸς ἀλλήλους· συμβουλεύσεις δέ ποτε καὶ ἐθέλειν ἀκούειν λόγων, εἰ μισολόγους γινώσκεις καὶ δυσχερῶς συνιόντας. ἐξαγγελεῖς δὲ σαυτοῦ πάθος, οἷον ὡς ἐν ὑποδείγματι, εἰ λέγοις ὅτι οὐκ ἀπαιτοῦσιν συνεχῶς αἰ ἀκροάσεις, οὐδὲ ἀναγκάζουσι λέγειν, πλάσας τοιοῦτον λόγον, ὅτι Ἀπόλλων πολὺς ἦν θεσπίζων περὶ τοὺς τρίποδας, καὶ καταλαβὼν Κασταλίαν καὶ τοὺς Δελφούς ἐπλήρου τὴν προφῆτιν μαντικοῦ τοῦ πνεύματος, τῶν δὲ Μουσῶν ἠμέλει· χαλεπαίνουσαι οὖν αἱ Μοῦσαι ἀξιοῦσι μαθεῖν τὴν αἰτίαν, διότι οὐ μετέχει χορείας τῆς ἐν Ἑλικῶνι μετὰ Μουσῶν, ἰδίᾳ δὲ φοιβάζει Μουσῶν ἐν τοῖς ἀδύτοις, καὶ ποθεῖ μᾶλλον τούς τρίποδας. σχηματίζων δὲ πρός τε σαυτὸν ἐρεῖς ταῦτα καὶ πρὸς τοὺς ἀκροατάς, ὅτι Ζεὺς ᾐτιᾶτο τὰς Μούσας, ὅτι οὐ προτρέπουσι τὸν Ἀπόλλωνα συγχορεύειν αὐταῖς καὶ πλήττειν τὴν λύραν· ἐμφανιεῖς δὲ καὶ ἡδονὴν σεαυτοῦ πρὸς τοὺς ἀκούοντας
Ἀπλῶς δὲ χρὴ γινώσκειν, ὅτι λαλιὰ τάξιν μὲν οὐδεμίαν θέλει σώζειν καθάπερ οἱ λοιποὶ τῶν λόγων, ἀλλὰ ἄτακτον ἐπιδέχεται τὴν ἐργασίαν τῶν λεγομένων· ἃ γὰρ βούλει, τάξεις πρῶτα καὶ δεύτερα, καὶ ἔστιν [*](252) ἀρίστη τάξις τῆς λαλιᾶς τὸ μὴ κατὰ τῶν αὐτῶν βαδίζειν συνεχῶς, ἀλλʼ ἀτακτεῖν ἀεί· ἀπὸ τοῦ γένους ποτὲ ἐγκωμιάσεις, ἂλλοτε πάλιν ἀπὸ προαιρέσεως ἐγκωμιάσεις, ἄλλοτε ἀπὸ τῶν χθὲς καὶ πρώην συμβεβηκότων περὶ αὐτόν. καὶ ἀπὸ τύχης ἐγκωμιάσεις ποτὲ καὶ ἀπὸ πράξεως ἄλλοτε. καὶ ταῦτα μὲν περὶ τούτων, λεχθήσεται δὲ καὶ ἕτερα. ἐρεῖς τι καὶ εἰς τὴν σεαυτοῦ πατρίδα ὡς χρονίως μὲν ἐπανελθών ἐπʼ αὐτήν, ἀσμενέστατα δὲ αὐτὴν θεασάμιενος, καὶ τὸ Ὁμηρικὸν ἐπιφωνήσεις
τι μὲν οὖν ἐγκωμιάζειν καὶ ψέγειν καὶ ἀποτρέπειν διὰ λαλιᾶς ἔξεστι, καὶ ὅτι διαθέσεις τῆς ψυχῆς καταμηνύειν [*](255) δέδονται διὰ τῆς λαλιᾶς, οἷον λύπη ἡδονὴ ὀργὴ ἢ τι τῶν τοιούτων, ἱκανῶς ἡμῖν προείρηται· ὁποῖον δὲ δεῖ τὸ εἶδος τῆς ἀπαγγελίας εἶναι, καὶ τοῦτο προστέθειται, ὅτι ἀπλοῦν καὶ ἀφελὲς καὶ ἀκατάσκευον· καὶ ὅτι οὐδεμίαν τάξιν ἀπὸ τῆς τέχνης νενομοθετημένην ἐπιδέχεται, καὶ τοῦτο μεμαθήκαμεν. προσκείσθω δὲ ὅτι οὐδὲ μακρὰς τὰς λαλιὰς εἶναι δεῖ, πλὴν εἰ διʼ αὐτῶν ἐθέλοιμεν τὴν ἐπίδειξιν ποιήσασθαι· καλὸν γὰρ ἡ συμμετρία, καθάπερ οὐ καλὸν τὸ ἀδολεσχεῖν καὶ πολλοὺς ἀναλίσκειν λόγους, ἱστορίας ἱστορίαις συνάπτοντα καὶ μύθους μύθοις καὶ διηγήματα διηγήμασι· καὶ γὰρ ἀπειρόκαλον εἶναι τοῦτο πεπίστευται. ἔστι δὲ καὶ συντακτικὴλαλιά, ὡς ἐὰν μέλλοντες ἀνάγεσθαι ἀπὸ τῶν Ἀθηνῶν ἐπὶ τὴν ἐνεγκοῦσαν, ἢ οὖ
Ἔστι δὲ καὶ ἐπιβατήριον εἰπεῖν λαλιὰν εὐθύς ἐπιστάντα τῇ πατρίδι, ὡς μικρῷ πρόσθεν ἐμνημονεύσαμεν, ἐν οἷς περὶ τῶν ἐπιφωνήσεων τῶν Ὀμηρικῶν ἐλέγομεν, ἐν ᾧ πάντως τὸν ἔρωτα τὸν περὶ τὴν πόλιν ἐνδείξεται ὁ λέγων ἀπὸ τοῦ παρεστῶτος χρόνου λαβών τὴν ἀρχήν, ὡς γεγηθώς, ὡς ἂσμενος προσέπλευσεν τοῖς λιμέσιν, ὡς εἶδε κάλλη πεδίων, ὡς προσέβαλεν ἀκροπόλει, ὡς περιεπτύξατο τῶν πολιτῶν ἅπαντας καὶ ἕκαστον λέγων, ὡς πάντας ἐνόμισεν ἀδελφούς εἶναι αὐτοῦ τοὺς ἡλικιώτας καὶ πατραδέλφους τοὺς ἄλλους, καὶ γένος ἕν πᾶσαν τὴν πόλιν, καὶ ὅτι οὐκ ἐπελέλησο τῆς πατρίδος ἀποδημῶν προσθήσεις· ἀλλʼ ἄγε διηγοῦ τὰ ἐξαίρετα καὶ πάτρια, οἷα ταῖς ἄλλαις οὐ πρόσεστι πόλεσιν. εἶτα ἥξεις εἰς ἐγκώμιον ἄρχοντος, ἐὰν ὁ ἄρχων παρῇ, ἐπὶ τὸ τοῦ πατρὸς ἢ ἐπὶ τὸ τῆς πολιτείας, ὅτι τίς οὐκ ἂν ἐρασθείη τοιαύτης πολιτείας, ἐν ᾗ ὁμόνοια καὶ φιλία καὶ πάντες ἀρετῇ σύντροφοι, καὶ ὅσα τοιαῦτα. καὶ [*](257) ἁπλῶς πολυσχιδὴς ἡ τῆς λαλιᾶς χρεία. οἶδε γὰρ καὶ πᾶσαν ὑπόθεσιν ἀνδρὶ πολιτικῷ περιεργάζεσθαι.