Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

τι μὲν οὖν ἐγκωμιάζειν καὶ ψέγειν καὶ ἀποτρέπειν διὰ λαλιᾶς ἔξεστι, καὶ ὅτι διαθέσεις τῆς ψυχῆς καταμηνύειν [*](255) δέδονται διὰ τῆς λαλιᾶς, οἷον λύπη ἡδονὴ ὀργὴ ἢ τι τῶν τοιούτων, ἱκανῶς ἡμῖν προείρηται· ὁποῖον δὲ δεῖ τὸ εἶδος τῆς ἀπαγγελίας εἶναι, καὶ τοῦτο προστέθειται, ὅτι ἀπλοῦν καὶ ἀφελὲς καὶ ἀκατάσκευον· καὶ ὅτι οὐδεμίαν τάξιν ἀπὸ τῆς τέχνης νενομοθετημένην ἐπιδέχεται, καὶ τοῦτο μεμαθήκαμεν. προσκείσθω δὲ ὅτι οὐδὲ μακρὰς τὰς λαλιὰς εἶναι δεῖ, πλὴν εἰ διʼ αὐτῶν ἐθέλοιμεν τὴν ἐπίδειξιν ποιήσασθαι· καλὸν γὰρ ἡ συμμετρία, καθάπερ οὐ καλὸν τὸ ἀδολεσχεῖν καὶ πολλοὺς ἀναλίσκειν λόγους, ἱστορίας ἱστορίαις συνάπτοντα καὶ μύθους μύθοις καὶ διηγήματα διηγήμασι· καὶ γὰρ ἀπειρόκαλον εἶναι τοῦτο πεπίστευται. ἔστι δὲ καὶ συντακτικὴλαλιά, ὡς ἐὰν μέλλοντες ἀνάγεσθαι ἀπὸ τῶν Ἀθηνῶν ἐπὶ τὴν ἐνεγκοῦσαν, ἢ οὖ

394
πάλιν ἀπὸ τῆς ἐνεγκούσης ἐπὶ τὰς Ἀθήνας ἐμφανίζωμεν, ὅτι δυσχεραίνομεν τὴν ἀπόλειψιν, ἐνδεικνύμενοι τούς ἀνιωμένους, εἶτα ἐκ μεθόδου ἥξομεν ἐπὶ τὰ ἐγκώμια τῆς πόλεως, ἢν ἄν ἀπολιπεῖν μέλλωμεν, οἷον τίς ἂν ἕλοιτο ἀδακρυτὶ παραλιπεῖν, ὡς εἰ ἐπʼ Ἀθηνῶν λέγοις, μυστήρια, κηρύγματα, ἱερά; Ἐλευσῖνάδε προστάττοντα βαδίζειν, καὶ ἄστυδε πάλιν ἀπʼ Ἐλευσῖνος· τίς δʼ ἂν ἀνέχοιτο ἀκροπόλεως τοιαύτης κάλλος καταλιπεῖν,  ἱερά, Διονύσια, Παναθήναια, ἄνδρας λογάδας [*](256) σοφίας καὶ ἀρετῆς; καὶ ὅλως ἐφαρμόσομεν τὰ τῆς πόλεως ἐξαίρετα, τὰ κάλλη τῶν οἰκοδομημάτων καὶ πανηγύρεων πολυτελείας.

Ἔστι δὲ καὶ ἐπιβατήριον εἰπεῖν λαλιὰν εὐθύς ἐπιστάντα τῇ πατρίδι, ὡς μικρῷ πρόσθεν ἐμνημονεύσαμεν, ἐν οἷς περὶ τῶν ἐπιφωνήσεων τῶν Ὀμηρικῶν ἐλέγομεν, ἐν ᾧ πάντως τὸν ἔρωτα τὸν περὶ τὴν πόλιν ἐνδείξεται ὁ λέγων ἀπὸ τοῦ παρεστῶτος χρόνου λαβών τὴν ἀρχήν, ὡς γεγηθώς, ὡς ἂσμενος προσέπλευσεν τοῖς λιμέσιν, ὡς εἶδε κάλλη πεδίων, ὡς προσέβαλεν ἀκροπόλει, ὡς περιεπτύξατο τῶν πολιτῶν ἅπαντας καὶ ἕκαστον λέγων, ὡς πάντας ἐνόμισεν ἀδελφούς εἶναι αὐτοῦ τοὺς ἡλικιώτας καὶ πατραδέλφους τοὺς ἄλλους, καὶ γένος ἕν πᾶσαν τὴν πόλιν, καὶ ὅτι οὐκ ἐπελέλησο τῆς πατρίδος ἀποδημῶν προσθήσεις· ἀλλʼ ἄγε διηγοῦ τὰ ἐξαίρετα καὶ πάτρια, οἷα ταῖς ἄλλαις οὐ πρόσεστι πόλεσιν. εἶτα ἥξεις εἰς ἐγκώμιον ἄρχοντος, ἐὰν ὁ ἄρχων παρῇ, ἐπὶ τὸ τοῦ πατρὸς ἢ ἐπὶ τὸ τῆς πολιτείας, ὅτι τίς οὐκ ἂν ἐρασθείη τοιαύτης πολιτείας, ἐν ᾗ ὁμόνοια καὶ φιλία καὶ πάντες ἀρετῇ σύντροφοι, καὶ ὅσα τοιαῦτα. καὶ [*](257) ἁπλῶς πολυσχιδὴς ἡ τῆς λαλιᾶς χρεία. οἶδε γὰρ καὶ πᾶσαν ὑπόθεσιν ἀνδρὶ πολιτικῷ περιεργάζεσθαι.