Περὶ ἐπιδεικτικῶν
Menander, of Laodicea
Menander, Περὶ ἐπιδεικτικῶν, Spengel, Teubner, 1865
Ἡ προπεμπτικὴ λαλιὰ λόγος ἐστὶ μετʼ εὐφημίας [*](5) τινὸς προπέμπων τὸν ἀπαίροντα. χαίρει δὲ ἁβρότητι καὶ διηγημάτων ἀρχαίων χάρισι. πολλοὶ δὲ τῆς προπεμπτικῆς τρόποι. εἷς μὲν ὁ δυνάμενος συμβουλεύειν κατὰ μέρος δέξασθαι τῶν λοιπῶν μερῶν δεχομιένων καὶ ἐγκώμια καὶ λόγους ἐρωτικούς, εἰ βούλεται προστιθέναι καὶ ταῦτα ὁ λέγων· δύναται δὲ συμβουλὴν ἐπιδέξασθαι, ὅταν ὁ πολλῷ κρείττων προπέμπῃ τὸν ἥττονα, ὡς ὅταν ὁ παιδευτὴς προπέμπῃ τὸν ἀκροατήν· δίδωσι γὰρ αὐτῷ συμβουλευτικὸν ἦθος τὸ οἰκεῖον ἀξίωμα. ἕτερος δὲ τρόπος ἂν γένοιτο, ἐν ᾧ δυνήσεταί τις ἐνδείξασθαι ἦθος ἐρωτικὸν καὶ διάπυρον περὶ τὸν προπεμπόμενον συμβουλὴν μὴ καταμιγνὺς τῆς ἀξίας ὑπαρχούσης ἐφαμίλλου καὶ τῆς δόξης ἴσης τῷ προπέμποντι καὶ τῷ προπεμπομένῳ, ὅταν ἑταῖρος ἑταῖρον προπέμπῃ· καὶ γὰρ εἰ βελτίων εἴη ὁ προπέμπων ἐνταῦθα τοῦ ἀπαίροντος, ἀλλʼ οὖν ἡ κοινωνία τοῦ ὀνόματος καὶ τὸ ἀμφοτέρους εἶναι φίλους ἀφαιρεῖται τὸ ἀξίωμα τῆς συμβουλῆς τὸν λέγοντα. γένοιτο δʼ ἂν καὶ [*](258) ἄλλος τρόπος πλείονα διατριβὴν ἔχων περὶ τὰ ἐγκώμια μᾶλλον, σχεδὸν δὲ εἰπεῖν μικροῦ σύμπασαν, ὅταν ἐθέλῃ προΐστασθαι τῷ μὲν δοκεῖν προπεμπτικὸν λόγον, τῇ δʼ ἀληθείᾳ ἐγκώμιον. ὥσπερ ἄν εἰ μέλλοιμεν προπέμπειν ἄρχοντα ἢ τῆς ἀρχῆς πεπαυμένον ἤ ἀφʼ ἑτέρας εἰς ἑτέραν πόλιν μέλλοντα ἀπιέναι. λέγω δὲ ταῦτα οὐκ ἀποστερῶν οὐδένα τῶν προειρημένων τρόπων τῆς προπεμπτικῆς τῶν ἐρωτικῶν παθῶν· χαίρει γὰρ ἡ προπεμπτικὴ πανταχοῦ τούτοις, ἀλλʼ ἐνδεικνύμενος ὅτι ὅπου μὲν μᾶλλόν ἐστιν αὐτῷ καταχρῆσθαι, ὅπου δὲ ἐπʼ ἔλαττον. παραλήψῃ δὲ ἐπὶ τοῦ ἂρχοντος καὶ πόθον πόλεων ὁλοκλήρων περὶ αὐτὸν καὶ ἔρωτας.
Διαιρήσεις δὲ τὴν προπεμπτικὴν οὑτωσί πως. ὑποκείσθω δὲ ἡμῖν νέος συνήθης προπέμπων φίλον, οὐκοῦν ὁ τοιοῦτος ἐνταῦθα ὥσπερ τι πεπονθὼς τῶν ἀτόπων καὶ ἀπροσδοκήτων σχετλιάσει πρὸς τὴν τύχην ἢ πρὸς τούς ἔρωτας, ὅτι μὴ συγχωροῦσι θεσμὸν φιλίας διαμένειν βέβαιον, ἀλλʼ ἄλλοτε ἄλλους πόθους ἐμβάλλοντες παρασκευάζουσι τὸν πάλαι συνθέμενον καὶ ὁμολογήσαντα φιλίαν ἄλυτον διαφυλάξειν πάλιν ἐρᾶν πατρίδος, πάλιν γονέων ἐπιθυμεῖν, ὥσπερ ἐπιλανθανόμενον τῶν πρὸς τὸν φίλον αὐτῷ περὶ φιλίας συνθη- κῶν· ἢ εἰσελεύσεται πρὸς τοὺς ἀκροατὰς ὥσπερ πρός [*](259) τινας δικαστὰς γραφὴν ἀποφέρων κατὰ τοῦ φίλου, προσποιούμενος δῆθεν κατὰ τὴν πρὸς τὸν ἑταῖρον συνθήκην· καὶ ἐπάξεις πάλιν παρακαλῶν τούς ἀκροατὰς μὴ περιορᾶν παραβαίνοντα, ἐν οἷς καὶ ἱστορίας ἐρεῖς καὶ παραδείγματα. ἱστορίας μέν, ὅτι Θησεὺς καὶ Ἡρακλῆς ἑταῖροι γινόμενοι, καὶ Διομήδης καὶ Σθένελος, καὶ Εὐρύαλος δυσαπαλλάκτως ἀλλήλων εἶχον· ἐξ ἀλόγων δὲ παραδείγματα, ὅτι κἀν ταῖς ἀγέλαις καὶ ἵπποι καὶ μόσχοι συναφθέντες ἀλλήλοις συνηθείᾳ καὶ ὄρνιθες δυσχερῶς ἀλλήλων χωρίζονται. προῖὼν δὲ τῷ λόγῳ ὑπομνησθήσῃ, ἄν οὕτω τύχῃ, καὶ ἀσκήσεως κοινῆς καὶ παλαίστρας καὶ γυμνασίων τῶν αὐτῶν. μετὰ τὸν πρὸς τοὺς ἀκροατὰς λόγον, οὒς ὥσπερ δικαστὰς ὑπεθέμεθα, τρίτον ἐπὶ τούτοις εἰσάξεις πρὸς ἐποχὴν δῆθεν καὶ τὰ τῆς πόλεως ἐγκώμια. οὐδʼ οὕτως ὁ τῶν Ἀθηναίων αἱρεῖ σε πόθος, οὐδὲ μυστηρίων καὶ τελετῶν, οὐδὲ μουσεῖα καὶ θέατρα λόγων, οὐδὲ παιδευτῶν φιλοτιμίαι περὶ τούς λόγους, Ἄρειος δὲ πάγος καὶ Λύκειον καὶ Ἀκαδημία καὶ ἀκροπόλεως κάλλος, ἃ διείργασται φιλοπόνως ἅμα καὶ χαριέντως; ἀνέραστος ἄρα ὡς ἔοικεν ἦσθα·