Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

10 Ὁ προσφωνητικὸς λόγος ἐστὶν εὔφημος εἰς ἂρχοντας

415
λεγόμενος ὑπό τινος, τῇ δὲ ἐργασίᾳ ἐγκώμιον, οὐ μὴν τέλειον· οὐ γὰρ ἔχει πάντα τὰ τοῦ ἐγκωμίου, ἀλλὰ κυρίως ὁ προσφωνητικὸς γίνεται, ὅταν ἐξ αὐτῶν τῶν πραττομένων ὑπʼ αὐτοῦ πράξεων ὁ λόγος τὴν αὔξησιν λαμβάνῃ. διαιρεῖται δὲ οὕτως. μετὰ τὰ προοίμια ἥξεις ἐπὶ τὸν τῶν βασιλέων ἔπαινον, καὶ τοῦτον ἐρεῖς διὰ πάνυ βραχέων διαιρῶν αὐτὸν δίχα εἰς τὰ κατὰ πόλεμόν τὲ καὶ εἰρήνην, οὐκ ἐνδιατρέψεις δὲ διότι οὐ τέλειόν ἐστι βασιλέων ἐγκώμιον· αὐξήσεως γὰρ ἕνεκα παρα- λαμβάνεται ἐν τῷ προσφωνητικῷ τῶν ἐπαίνων τοῦ ἄρχοντος. ἀπὸ δὲ τοῦ λόγου τοῦ κατὰ τοὺς βασιλέας ἥξεις ἀκολούθως ἐπὶ τοῦ προσφωνουμένου ἔπαινον, λέγων ὅτι τά τε ἄλλα θαυμάσιοι οἱ βασιλεῖς καὶ ἐν ταῖς τῶν ἀρχόντων αἱρέσεσιν· οἷον γὰρ ὑμῖν νῦν τοῦτον τὸν γεννάδαν κατέπεμψαν ἐπὶ σωτηρίᾳ τοῦ γένους, ὃν εὐθέως ἐπαινέσεις μάλιστα μέν, ὡς ἔφην, ἀπὸ τῶν πράξεων,  οὕτω γὰρ ἄμεινον. εἰ δʼ ἄρα φιλότιμος καὶ σφόδρα ἔνδοξος εἴη τὸ γένος, μνημονεύσεις διὰ βραχέων καὶ γένους, εἶθʼ οὕτω τῶν πράξεων, καὶ μάλιστα μὲν ἀ??ὸ τοῦ παρόντος χρόνου καὶ τῆς παρούσης ἀρχῆς τῶν ἐν χερσί· μνημονεύσεις δὲ καί, εἰ τύχοι ἄρξας ἑτέραν ἀρχὴν καὶ ἐνδόξους ἔχει τὰς πράξεις, τῶν τότε πράξεων.