Περὶ ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Ὑπομεριεῖς δὲ τὸν ἐπὶ ταῖς πράξεσιν ἔπαινον εἰς τέσσαρας ἀρετάς, φρόνησιν, δικαιοσύνην, σωφροσύνην, [*](285) ἀνδρείαν· καὶ ἐν μὲν τῇ φρονήσει τὴν ἐμπειρίαν τῶν νόμων, τὴν παίδευσιν ἐπαινέσεις, τὸ προορᾶσθαι τὰ μέλλοντα, τὸ περὶ τῶν παρόντων ἀκριβῶς βουλεύεσθαι δύνασθαι, τὸ βασιλεῦσιν ἀντιγράφειν, περὶ ὧν ἂν ἐπιστέλλωσιν, οὕτως ὥστε ἐκείνους ἐπαινεῖν καὶ θαυμάζειν τὸ διελέγχειν τοὺς ῥήτορας, τὸ γινώσκειν ἐκ προοιμίων τὴν ὅλην διάνοιαν τῆς ὑποθέσεως, ἐν ᾧ καὶ

416
καιρὸν ἔξεις Δημοσθένους καὶ Νέστορος καὶ νομοθετῶν ἀρίστων μνήμην ποιεῖσθαι· τεχνικὸν γὰρ καθʼ ἕκἂστον μέρος ἀρετῆς καὶ συγκρίσεις οἰκείας παραλαμβάνειν, ἵνα ὁ λόγος διʼ αὐτῶν πλείους τὰς αὐξήσεις λαμβάνῃ. ἐν δὲ τῇ δικαιοσύνῃ πάλιν ἐρεῖς τὴν πρὸς τοὺς ὑπῃκόους φιλανθρωπίαν, τὸ ἥμερον τοῦ τρόπου, τὸ ὁμιλητικὸν πρὸς τοὺς προσιόντας, τὸ καθαρὸν ἐν ταῖς δίκαις καὶ ἀδωροδόκητον, τὸ μὴ πρὸς χάριν, μὴ ??ρος ἀπέχθειαν κρίνειν τὰς δίκας, τὸ μὴ προτιμᾶν τοὺς εὐπόρους τῶν ἀδυνάτων, τὸ πόλεις ἐγείρειν· ἐν ᾧ μέρει καὶ Ἀριστείδης ἔστω καὶ Φωκίων, καὶ εἴ τις Ῥωμαίων ἐξ ἱστορίας λαμπρὸς ἐκ δικαιοσύνης. οὐχ ἀπλῶς ἐρεῖς τὰς ἀρετάς, ὅτι δίκαιος, ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ἐπιχειρήσεις πάλιν, ὅτι οὐκ ἄδικος, οὐκ ὁργίλος) οὐ δυσπρόσωπος, οὐ χάριτι κρίνων, οὐ δωροδέκτης· πέφυκε γὰρ ὁ λόγος αὔξησιν λαμβάνειν, ὅταν καὶ τὰς κακίας ἐξαίρῃς καὶ τὰς ἀρετὰς αὔξειν ἐθέλῃς. μετὰ ταύτην ἥξεις ἐπὶ τὴν σωφροσύνην, ἐν δὲ ταύτῃ πάλιν ἐρεῖς τὴν περὶ τὰς ἡδονάς, τὴν περὶ γέλωτα ἐγκράτειαν. ἐνταῦθα Διομήδης ἔχει καιρὸν πρὸς τὴν σύγκρισι??ὁ τιτρώσκων τὴν Ἀφροδίτην διὰ τὴν σωφροσύνην· μόνος γὰρ ἀνάλωτος τῶν Ἀφροδίτης παθῶν. καὶ Ἱππόλοτος δʼ ἔστω· καὶ γὰρ καὶ οὗτος σώφρων ὑπείληπται. τὴν δὲ ἀνδρείαν θαυμάσιος ἀπὸ τῆς πρὸς βασιλέα παρρησίας, ἀπὸ τῆς ὑπὲρ τῶν ὑπηκόων πρὸς τὰ λυποῦντα μάχης, [*](286) ἀπὸ τοῦ μὴ ὀκλάζειν, μηδὲ ἐνδιδόναι πρὸς φόβους, ἐν ᾧ καὶ οἱ Αἴαντες καὶ Περικλῆς καὶ Ἀλκιβιάδης,ʼ εἴ τις τοιοῦτος. οὐκ ἐνδιατρίψεις δὲ τούτοἵς, οὐδὲ ἐπε??λεύσῃ ἀκριβῶς ἅπασι· τοῦτο γὰρ ἐγκωμίου τελείου, ἀλλὰ γέγραπται μὲν ἐνθάδε ὑφʼ ἡμῶν καὶ εἴρηται, ἵνα μηδὲν παραλιπεῖν δοκῶμεν, ἀλλʼ ἔχῃς εὐπορίαν πανταχόθεν, χρήσῃ δὲ τοῖς κατεπείγουσιν· ἔστι γὰρ ὁ προσφωνητικὸς 
417
ἐγκωμίου εἰκών, ἀκροθιγῶς τῶν ἐγκωμιαστικῶν τόπων ἐφαπτόμενος, οὐκ ἐνδιατρίβων ὡς ἐγκωμίῳ τελείῳ, εἰ μή τις ἐθέλοι διὰ φιλοτιμίαν ὡς πρὸς τελείαν ὑπόθεσιν τὸν προσφωνητικὸν ἀπεργάζεσθαι.