Διαίρεσις τῶν ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Ἐν τούτῳ δὲ καὶ τὸ περὶ τῶν ἀκροπόλεων· αἰ μὲν [*](76)γὰρ αὐτῶν ἐν μέσῳ πόλεών εἰσιν, αἱ δʼ ἐν πλαγίοις. καὶ [*](176) αἱ μὲν ὑψηλαί, στεναὶ δὲ τὸ ἄνω δάπεδον, αἰ δὲ βραχεῖαι μέν, εὐρύχωροι δέ· καὶ αἱ μὲν εὔυδροι, αἱ δὲ ἄνυδροι· καὶ αἰ μὲν ἀνώμαλοι τὰς κορυφάς, αἰ δὲ πεδινώτεραι. ἥτις μὲν οὖν τὰς μὲν ἀρετὰς εἴληφεν, τὰς δὲ κακίας ἐκπέφευγεν, αὕτη καλλίστη, ὅμως δʼ ἐξ ὧν ἐπαινετέον τούτων ἑκάστην, λεκτέον. ἂν μὲν τοίνυν ἐν πλαγίῳ τῆς πόλεως ᾖ, ὅτι ἀκριβῶς κέλητι ἔοικε· μετὰ γὰρ πᾶν τὸ σῶμα κεῖται. εἰ δʼ ἐν μέσῳ, ὅτι περὶ αὐτὴν ἡ πόλις ἵδρυται, ὥσπερ βασιλικαὶ περὶ ἱερὸν περιβολαί. ἂν δʼ ὑψηλὴ μέν, στενὴ δὲ τὸ ἄνω ἔδαφος, [*](77) ὅτι ὥσπερ ἱερὸν τῷ ὄντι ἅπαν ἀοίκητόν ἐστι, πλὴν ὅσα [*](177) τοῖς κατέχουσι θεοῖς. εἰ δὲ βραχεῖα μέν, εὐρύχωρος δέ, ὅτι πόλει ἔοικεν ἡ ἀκρόπολις ὑπʼ εὐρυχωρίας. καὶ εἰ μὲν ἄνυδρος, ὅτι ὑπὸ ὕψους τοῦτο πέπονθεν, εἰ δὲ εὔυδρος, ὅτι καὶ ὑψηλὴ οὖσα πρὸς χρείαν ἐστὶν αὐτάρκης. καὶ εἰ μὲν ἀνώμαλος, ὅτι ὥσπερ ἄλλας ἀκροπόλεις ἐν αὐτῇ ἔχει· εἰ δὲ πεδινή, ὅτι θέσεως ἕνεκα καὶ ῥᾳστώνης ὡς πόλις ᾠκίσθη. κράτιστον δὲ ὅπερ ἔφην,

353
τὰς ἀρετὰς παρούσας καὶ τὰς κακίας ἀπούσας ἁπάσας δεικνύναι, ἢ πλείονας ἀρετὰς κακιῶν. ταῦτα καὶ περὶ ἀκροπόλεων θέσεως ἡμῖν ἀποδεδείχθω.

Δεύτερος δʼ ἂν εἴη τόπος ὁ τοῦ γένους καλούμενος, [*](3) διαιρεῖται δὲ εἰς οἰκιστάς, εἰς τοὺς οἰκήσαντας, εἰς τὸν [*](178 78) χρόνον, εἰς τὰς μεταβολάς, εἰς τὰς αἰτίας, ἀφʼ ὧν αἱ πόλεις οἰκοῦνται. τούτων δʼ οὐ ἕκαστον πολλαχῆ διαιρετέον, οἷον εὐθύς εἴ τις οἰκιστής, ζητοῦμεν, εἰ θεός, εἰ ἥρως, εἰ ἄνθρωπος, καὶ πάλιν κατὰ τύχας στρατηγὸς ἢ βασιλεύς ἢ ἰδιώτης. ἐὰν τοίνυν θεὸς ᾖ, μέγιστον τὸ ἐγκώμιον, ὥσπερ ἐπʼ ἐνίων λέγεται, ὡς περὶ Ἑρμουπόλεως καὶ Ἡλιουπόλεως καὶ τῶν τοιούτων. ἐὰν δὲ ἡμιθέων καὶ ἡρώων καὶ μετὰ ταῦτα θεὸς γενόμενος, ἔλαττον μὲν τὸ ἐγκώμιον, ἔνδοξον δὲ καὶ οὕτως, ὥσπερ ἐφʼ Ἡρακλείας τῆς πόλεως, καὶ ὅσας ἢ Σαρπηδών ἢ Μίνως ᾤκισαν, ἢ ἄλλοι ἥρωες. ἐὰν δὲ ἄνθρωπος, [*](79 179) ἐὰν μὲν ᾖ στρατηγὸς ἢ βασιλεύς, ἔνδοξον, ἐὰν δὲ ἰδιώτης, ἄδοξον καὶ οὐκ ἐπιφανές. χρὴ οὖν, ὅτε τὸ περὶ τῶν οἰκιστῶν ἡμῖν διῄρηται, ἐκεῖνο τὸ θεώρημα καὶ τὸ στοιχεῖον κατὰ πάσης τῆς διαιρέσεως εἰδέναι,. ὡς εἰ μὲν ἔνδοξος εἴη ὁ κατοικίσας, τά τε ἄλλα αὐτοῦ ἐγκωμιαστέον ἐν βραχυτάτοις, καὶ ὅτι τὴν πόλιν ᾥκισεν, ἣν ἂν ἐπαινῶμεν. ἐὰν δὲ ἄδοξος ᾖ, ἡ διαδοχὴ ἄδοξος γίνεται ἢ τῷ αἰσφρὰν ἔχειν δόξαν, ἢ τῷ μηδʼ ὅλως ἔχειν. ἐὰν μὲν τοίνυν μηδʼ ὅλως ἔχῃ, φατέον μόνον, ὅτι ἀπὸ τῆς κτίσεως τῆς πόλεως, ὥσπερ ἐξαρκοῦν, ἠξίωσε γνωρίζεσθαι· εἰ δὲ φαύλην δόξαν εἰληφώς, ὅτι ἀπολογίαν ταύτην ἱκανὴν ἐπὶ τοῖς ἄλλοις ἐξεῦρεν. ἀπὸ μὲν τῆς τομῆς ταύτης τὸν οἰκιστὴν γνωριοῦμεν.

Τούς δὲ οἰκήσαντας διαιρήσομεν μιᾷ μὲν τομῇ

354
Ἑλλήνων καὶ βαρβάρων, δευτέρᾳ δὲ βαρβάρων μὲν τῶν ἀρχαιοτάτων, ὥσπερ Φρυγῶν, ἢ βασιλικωτάτων, [*](80 180) ὥσπερ Λυδῶν ἢ Μήδων ἢ Περσῶν ἢ Αἰθιόπων ἢ Σκυθῶν. καὶ ὅλως δήλη ἐστὶν ἡ ὁδὸς τῷ προιόντι κατὰ τὸ ἀποδοθὲν θεώρημα. δεῖ γὰρ ἀποφαίνειν τὰ οἰκήσαντα γένη τὴν βάρβαρον πόλιν, ἣν ἂν ἐπαινέσῃς, ἢ πρεσβύτατα ἢ σοφώτατα ἢ ἀρχικώτατα ἢ ὅλως ἀρετήν τινα σχόντα, ἢ μίαν, ἢ πολλάς, πάσας, ᾖ μάλιστα. Ἑλλήνων δʼ αὖ τῶν εὐγενεστάτων νομιζομένων γενῶν γένη τὰ ἀνωτάτω καὶ γνωριμώτατα τρία, τὸ Δωριέων, Αἰολέων, Ἰώνων. τὸ μὲν τοίνυν Αἰολέων πολὺ ἰσχυρότατον, τὸ δὲ Δωριέων ἀνδρικώτατον, τὸ δὲ Ἰώνων ἐλλογιμώτατον. χρὴ οὖν ἀποφαίνειν τὴν Ἑλληνίδα πόλιν ἐκ τούτων οὖσαν τῶν γενῶν. καὶ οὕτως μὲν τὰ γένη τῶν ἐνοικούντων διαγνωσόμεθα, καὶ τούς ἐπαόνους, οὓς ἂν περὶ τῶν γενῶν εἴπωμεν, νομιοῦμεν [*](81) προσήκειν τοῖς οἰκήσασιν, ὥσπερ εἰ λέγοιμεν, ὅτι ἡ Σμύρνα ἢ Ἔφεσος τοῦ ἐλλογιμωτάτου μέρους ἐστίν, [*](181) ἢ τῶν ἐν Κρήτῃ πόλεων πολλαὶ καὶ Ῥόδος τοῦ ἀνδρικωτάτου· Δωρικαὶ γάρ εἰσι, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.

Τρίτον ἔφαμεν τοῦ γένους εἶναι τὸν χρόνον, τρισὶν ὅροις· ἢ τῶν παλαιοτάτων, ὅταν ἢ πρὸ ἄστρων ἢ μετὰ τῶν ἄστρων φάσκωμεν, ἢ πρὸ κατακλυσμοῦ ἢ μετὰκατακλυσμὸν φάσκωμεν οἰκισθῆναι ἢ πόλιν ἢ χώραν, ὥσπερ [*](82) Ἀθηναῖοι μεθʼ ἡλίου γενέσθαι φασίν, Ἀρκάδες δὲ πρὸ [*](182) σελήνης, Δελφοὶ δὲ μετὰ τὸν κατακλυσμὸν εὐθύς. διαστήματα γὰρ καὶ ὥσπερ ἀρχαὶ αὗται τοῦ αἰῶνος. ἢ μέσῳ ὅρῳ λογιούμεθα, οἷον ὅτ ἤνθησεν ἡ Ἑλλὰς ἡ Περσῶν δύναμις ἢ Ἀσσυρίων ἢ Μήδων, ὥσπερ Συρακοῦσαι καὶ ἔνιαι τῶν ἐν Ἰωνίᾳ πόλεων καὶ πλεῖσται τῆς Ἑλλάδος καὶ τῆς βαρβάρου. τῶν δὲ ἐσχάτων καὶ νεωτάτων αἱ

355
ἐπὶ Ῥωμαίων· ὅσαι γὰρ νεώταται πόλεις, παρὰ τούτων [*](83) ἐκτίσθησαν. ἐὰν μὲν τοίνυν ἀρχαιοτάτη ἡ πόλις ᾖ, φήσεις τὸ πρεσβύτατον τιμιώτατον εἶναι, καὶ ὅτι αἰώνιός ἐστιν ἡ πόλις, ὥσπερ οἱ θεοί. ἐὰν δὲ τοῦ μέσου ὅρου, ὅτι ὅθ’ ὑπορρεῖ καὶ γεγήρακεν, ὥστε πεπονηκέναι, οὕτε νεωστὶ ἀνέστηκεν. ἐὰν δὲ νεωτέρα ᾖ, ὅτι ἀνθεῖ καθάπερ κόρη ἀκμάζουσα, καὶ ὅτι μετὰ πλειόνων καὶ βελτιόνων ἐλπίδων οἰκεῖται. χρὴ δὲ τὰς νεωτέρας μηδὲν ἐλαττουμένας σεμνότητι τῶν παλαιοτέρων [*](183) δεικνύειν, τὰς δὲ ἀπὸ τοῦ μέσου ὅρου πρὸς ἀμφορων αὐτάρκεις. τοσαῦτα καὶ περὶ χρόνου τῶν πόλεων δεδόσθω.

Τέταρτος τόπος ὁ τῶν μεταβολῶν, διαιρεῖται δὲ κατὰ τάδε· ἢ γὰρ ἀπῳκίσθη, ἢ συνῳκίσθη, ἢ μετῳκίσθη, ἢ ἐπηυξήθη, ἢ ὅλως οὐκ οὖσα πρότερον ἐπῳκίσθη. ἀπῳκίσθη μέν, ὥσπερ αἱ πλεῖσται τῶν Ἑλληνίδων, αἱ ἐν Ἰωνίᾳ, αἰ ἐν Ἑλλησπόντῳ, αἱ νῆσοι· συνῳκίσθη δέ, ὥσπερ Μεγάλη πόλις ἐν Ἀρκαδίᾳ· μετῳκίσθη [*](84) δέ, ὥσπερ περὶ Σμύρνης Ἀριστείδης, φησὶ γὰρ αὐτὴν τρὶς ἀλλάξαι τὸν τόπον· ἐπηυξήθη δέ, ὥσπερ ὅσας πρότερον κώμας οὔσας ὅλως πόλεις πεποιήκασι [*](184) βασιλεῖς· ἐπῳκίσθησαν δέ, ὅσας πρότερον οὐδ’ οὔσας κώμας ὅλως πόλεις τινὲς ἀπέφηναν.

Μεταβολὴ δὲ παρὰ ταύτας ἁπάσας γίνεται, ἐπʼ ἐνίων πολλάκις περὶ τὸ ὄνομα· τὴν γὰρ αὐτὴν πόλιν ἢ χώραν ποτὲ μὲν Κραναήν, ποτὲ δὲ Κεκροπίαν, ποτὲ δὲ Ακτήν, ποτὲ δὲ Αττικήν, ποτὲ δὲ Αθήνὰς κεκλήκασι· [*](85) καὶ Πελοπόννησον ποτὲ μὲν Πελασγίαν, ποτὲ δὲ Ἀπίαν, ποτὲ δὲ ἄλλο τι τοιοῦτον. ἀλλὰ τὸ τοιοῦτον τῆς μεταβολῆς εἶδος οὐκ ἔχει πρόφασιν ἐπαίνου, πλὴν εἴ τις τοὺς ἄνδρας ἐπαινοίη ἢ θεούς, ἀφʼ ὦν αἱ πόλεις[*](185) ὀνομάζονται. ὅπως δὲ τῶν μεταβολῶν ἕκαστον εἶδος

356
ἐπαινεσόμεθα, διδάξω. ἐὰν μὲν ἀποικίαν, ὅτι ἀπὸ. μεγίστης πόλεως ἀπῴκησαν καὶ ἐνδοξοτάτης, ὅτι ἀπῴκισται ἐνδόξως, ὅτι δυνάμει κατέσχε τὸν τόπον, ὅτι κατὰ φιλίαν ἀπῳκίσθησαν, οὐχὶ στάσει καὶ πολέμοις ἐκπεσόντες, καὶ ὅλως ὑποδέδεικταί σοι πρὸς ἃ χρὴ βλέπειν κὰν τοῖς τῶν ἀπῳκισμιένων πόλεων ἐπαίνοις. εἰ δὲ συνῳκισμένην πόλιν ἐπαινοίης, καὶ τὰ μέρη αὐτὰ καθʼ ἑαυτὰ μέγιστα ἀποφανεῖς· ὅσῳ γὰρ ἂν μειζόνως αὐτὰ ἐπαινοίης, μειζόνως τὴν συνῳκισμένην πόλιν ἐγκωμιάσεις, τὴν δὲ πρόφασιν τοῦ συνοικισμοῦ ἐξετά- [*](86 186) σεις καὶ τούς συνοικήσαντας, οἵτινες ἦσαν, καὶ πάλιν ἠ τούτων ἰδέα σοι ἐπιδέδεικται. εἰ δὲ μετῳκισμένη εἴη ἡ πόλις, δεῖ σε δεικνύναι, ὅτι οὐ κατὰ συμφοράς, ἀλλὰ πρὸς κάλλος μεταβαλοῦσα τὸν τόπον, ὅτι μετοικιζομένη μείζων καὶ καλλίων ἐγένετο, καὶ περιεργάσῃ, εἴτε ἅπαξ εἴτε πολλάκις· κἂν μὲν ἅπαξ δίς, ἔκτυπα αὐτῆς πρότερον καταθέσθαι· εἰ δὲ πολλάκις, ὅτι κινουμένῃ καὶ βαδιζούσῃ ἔοικεν ἡ πόλις. καὶ τῶν μετοικισμῶν τὰς αἰτίας, εἰ μὲν εἴησαν φαῦλαι, συγκρύψεις ὡς δυνατόν, οἷον σεισμοὺς ἢ πορθήσεις ἢ λοιμούς ἢ τὰ τοιαῦτα· εἰ δʼ εἴησαν ἀγαθαί, ἐγκωμιάσεις καὶ ἀπὸ τούτων, οἷά σοι περὶ τούτων ἀποδέδεικται. εἰ δʼ ἐπηυξημένη ἡ πόλις εἴη, οὐ χαλεπὸν συνιδεῖν, ἀφʼ ὧν ἄν τις ἐγκωμιάζοι. ὥσπερ γὰρ σῶμα αὐξανόμενον, τῷ χρόνῳ φήσεις προεληλυθέ- ναι αὐτὴν εἰς μέγεθος, καὶ διὰ τοῦτο προσδοκᾶν αὐτὴν καὶ ἔτι μᾶλλον προελεύσεσθαι. εἰ δʼ ἡ πόλις, ἣν [*](87) ἐπαινεῖς, ἅμα οἰκοδομηθεῖσα καὶ πόλις ἦν γενομένη, τὸ [*](187) ἐκ διαφορᾶς πρὸς τὰς ἐκ κωμῶν μεταβαλούσας πολλὰς ἄν σοι παράσχοι προφάσεις ἐπαίνων, ὅτι, ὥσπερ ἔνιοι ἅμα τῷ τεχθῆναι ἐν ἀξιώματί εἰσι, καὶ οὐ πρότερον δοῦλοι, εἶτα ἐλεύθεροι, οὐδὲ πρότερον ἰδιῶται, εἶτα
357
ἄρχοντες, οὕτως αἰ τοιαῦται πόλεις. καὶ αὕτη ἡ περὶ ταῦτα μέθοδος. εἰ δʼ ἐκ κώμης εἴη μεταβεβληκυῖα, ὅτι, ὥσπερ ἐν στρατοπέδῳ οὗτος ἄριστος στρατηγός, ὅστις χιλίαρχος πρότερον ἐγένετο, καὶ χιλίαρχος ὅστις λοχαγός, καὶ λοχαγὸς ὅστις στρατιώτης, οὕτω καὶ πόλις ἀρίστη, ἥτις ἐν πείραις ἐξητάσθη. καὶ ὅλως οὐκ ἀπορήσεις, κατὰ τοῦτο ἰών τὸ ἴχνος, ἐξ ὧν ἂν ἐπαινοίης. τοσαῦτά σοι καὶ περὶ τῶν μεταβολῶν καὶ τῶν εἰδῶν τῆς μεταβολῆς --- φημὶ οὐδὲν μέγα πρὸς ἐγκώμιον [*](88) ἔχειν ἢ βραχὺ ἐπαινούντων ἡμῶν ἢ θεὸν ἢ ἄνθρωπον τὸν ἐπώνυμον.

Ἦν δὲ μετὰ τὰς μεταβολὰς τόπος ὁ τῶν αἰτιῶν, πενταχῆ δὲ καὶ οὗτος διαιρεῖται, καὶ πῶς τὴν διαίρεσιν ποιησάμενοι τούς ἐπαίνους ἂν προσαγάγοιμεν, [*](188) ἑξῆς ἂν εἴη ἀποδεῖξαι. αἰτίαι τοίνυν οἰκισμῶν πόλεων ἢ θεῖαι, ἢ ἡρωῖκαί, ἢ ἀνθρώπιναι. καὶ πάλιν ἥ ἐπʼ εὐφροσύνῃ ἢ πένθει· καὶ πάλιν κατὰ τὰ τελικὰ καλούμενα κεφάλαια, ἢ ὡς διὰ τὸ συμφέρον, ἢ ὡς διὰ τὸ ἀναγκαῖον. χρὴ δὲ τούτων τὰ παραδείγματα ἐκθέσθαι. θεία μὲν τοίνυν αἰτία ἐστίν, ὁποία περὶ Ῥόδου ἢ Δήλου· περὶ μὲν Ῥόδου, ὅτι διαλαχόντες ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ Ἅιδης τὰ πάντα, Ἡλίῳ μοῖραν οὐ κατέλιπον, ἀναμνησθέντες δὲ ἔμελλον ἀνακληροῦσθαι, ὁ δʼ Ἥλιος ἀρκεῖν αὐτῷ ἔφη, εἰ φανερὰν ποιήσειαν τὴν Ῥόδον. περὶ δὲ Δήλου, ὅτι διὰ τὴν ἐκ Διὸς Ἀπόλλωνος καὶ Ἀρτέμιδος γένεσιν ἀνέδραμεν [*](89) ἐκ θαλάττης. ἡρωῖκαὶ δʼ αἰτίαι περὶ Σαλαμῖνος [*](189) τῆς ἐν Κύπρῳ, ἢ Ἄργους τοῦ Ἀμφιλοχικοῦ· τὴν μὲν γὰρ ὁ Τεῦκρος ᾤκισεν ἐκπεσών, τὴν δὲ Ἀμφίλοχος ὁ Ἀμφιάρεω, καὶ πολλαὶ πόλεις τῶν Ἑλληγνίδων τοιαύτας ἔχουσιν αἰτίας ἡρωῖκάς. ἀνθρώπιναι δέ, ὁποῖαι περὶ Βαβυλῶνος λεγόμεναι, οἷον Νῖνον [*](90)

358
Σεμίραμις ᾠκοδόμησεν, βασίλειαν εἶναί φησι. καὶ [*](190) Ῥωμαῖκαὶ δὲ πᾶσαι πόλεις, ἃς Ῥωμαίων ᾤκισαν βασιλεῖς, τοιαύτας ἔχουσι τὰς αἰτίας. αὕτη μὲν δὴ πρώτη διαίρεσις.

Ἡ δὲ δευτέρα, ὅτι αἱ μὲν ἐπʼ εὐφροσύνῃ, αἱ δὲ ἐπὶ πένθει. εὐφροσύνῃ μέν, ὡς ἐπὶ γάμοις, νίκαις καὶ τοῖς τοιούτοις. δεῖ δὲ καὶ τούτων παραδείγματα γράαι. γάμων μὲν τοίνυν, ὥς φασι τὴν Μέμφιν ἐπὶ τῷ γάμῳ τῆς Ἀφροδίτης καὶ τοῦ Ἡφαίστου. νίκης δέ, οἷόν φασι τὴν Θεσσαλονίκην ἐπὶ τῇ νίκῃ τῶν Θεσσαλῶν οἰκισθῆναι ὑπὸ τῶν Μακεδόνων· καὶ [*](91) τὴν ἐπὶ Ἀκτίῳ Νικόπολιν ὑπὸ Ῥωμαίων ἐπὶ τῇ νίκῃ τῇ κατὰ Κλεοπάτρας. ἐπὶ πένθει δὲ καὶ οἴκτῳ, ὡς [*](191) ἱστοροῦσι Βουκέφαλον τὴν ἐν Ἱνδοῖς πόλιν ἐπὶ τῷ ἵππῳ τοῦ Ἀλεξάνδρου τῷ Βουκεφάλῳ ἀνοικισθῆναι· τὴν Ἀντινόου δὲ ἐν Αἰγύπτῳ Ἀντινόου θανάτῳ ὑπὸ Ἀδριανοῦ. καὶ δῆλον ἡγοῦμαί σοι γεγενῆσθαι καὶ τὸ τῆς διαιρέσεως ταύτης θεώρημα.

Ἦν δὲ ἡ τρίτη διαίρεσις κατὰ τὰ τελικὰ κεφάλαια καλούμενα. τοῦ μὲν τοίνυν δικαίου τὸ κατὰ [*](92) Ῥήνην, ὅτι οἰκίσας αὐτὴν ὁ Μίνως ἀνέθηκε τῷ Ἀπόλλωνι [*](192) εὐσεβείᾳ, τὸ δʼ εὐσεβὲς δίκαιον. τοῦ δὲ καλοῦ, ὡς τὸ κατὰ Ἀλεξάνδρειαν, ὅτι εὐδοξίας ἕνεκα καὶ κλέους ὁ Ἀλέξανδρος μεγίστην τῶν ὑφʼ ἡλίῳ πόλεων ἠβουλήθη κατοικίσαι. τοῦ δὲ συμφέροντος, ὡς τὸ καθʼ Ἡράκλειαν τὴν ἐν Πόντῳ, ὅτι τοὺς βαρβάρους ἀναστέλλων Ἡρακλῆς τὸν ἐκεῖ τόπον κατῴκισε. τοῦ δʼ ἀναγκαίου, ὡς τὸ κατὰ τὰς πόλεις τὰς κατʼ Ἴστρον ποταμὸν ὑπὸ Ῥωμιαίων κατοικισθείσας, τὰς καλουμένας Καρπίας, ὡς μὴ διαβαίνοντες οἱ· βάρβαροι [*](193) κακουργοῖεν. οὐσῶν δὲ τοιούτων αἰτιῶν καὶ τοιουτοτρόπων, εἰδέναι σε χρή, ὅτι ἐνδοξόταται μὲν αἰ

359
θεῖαι ἢ ἡρωῖκαί, τρίται δὲ αἰ ἀνθρωπικαί· καὶ πάλιν πρῶται μὲν αἱ ἐπ εὐφροσύνῃ, δεύτεραι δὲ αἰ ἐπὶ πένθει· καὶ πάλιν ἐνδοξότεραι μὲν αἱ ἐκ περιουσίας τῶν τελικῶν κεφαλαίων, χρησιμώτεραι δὲ αἱ ἀπὸ τῶν ἀναγκαίων καὶ συμφερόντων. ἐν μὲν οὖν ταῖς ἐνδοξοτέραις [*](93) ἐπὶ πλέον διατριπτέον, ἐν δὲ ταῖς ἀδόξοις ἐπʼ ἔλαττον· ὁ μέντοι τόπος ἀναγκαιότατος πρὸς ἔπαινον πόλεων ῥήτορι πανταχῆ. αὐτῶν δὲ τούτων τῶν αἰτιῶν μυθώδεις μὲν αἱ θεῖαι καὶ ἡρωῖκαί, πιθανώτεραι δὲ αἱ ἀνθρωπικαί. τὰς μὲν τοίνυν ἀνθρωπικὰς αὐξητέον, τὰς δὲ ἡρωῖκὰς καὶ θείας καὶ πιστωτέον καὶ αὐξητέον. τοσαῦτά σοι καὶ περὶ τῆς τοῦ γένους ἐπιχειρήσεως ἔχομεν συμβαλέσθαι. τρίτον τοίνυν βιβλίον ἡμῖν γραφέσθω περὶ ἐπιτηδεύσεων καὶ πράξεων· καὶ γὰρ ἀπὸ τούτων δεῖν ἔφαμεν τὰς πόλεις ἐγκωμιάζειν.