Διαίρεσις τῶν ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

Ἐν τούτῳ δὲ τῷ μέρει καὶ τὸ περὶ λιμένων ἔγκειται. λιμένες δὲ ἢ ἐν μέσῳ τῆς πόλεως, καὶ φήσεις ὥσπερ κόλπῳ δέχεσθαι τοὺς καταπλέοντας ὑπὸ τὰς ἀγκάλας· ἐν ἀρχῇ τῆς θέσεως, καὶ φήσεις, ὥσπερ ποσὶν ἐπιστηρίζεσθαι τῷ λιμένι. ἢ αὐτοφυεῖς εἰσιν ἢ χειροποίητοι.[*](75) ἄν μὲν τοίνυν χειροποίητοι ὦσιν, ἐρεῖς, ὅτι οὐχ ἡ πόλις διʼ αὐτούς, ἀλλʼ αὐτοὶ διὰ τὴν πόλιν γεγόνασιν· εἰ δʼ αὐτοφυεῖς, ὅτι ἀπρόχωστοί εἰσι διὰ τὸ αὐτοφυεῖς εἶναι, ὅσοι δὲ χειροποίητοι, προχοῦνται· καὶ εἶς ἐστιν ἢ πολλοί. ἂν μὲν εἶς, ὅτι ὥσπερ σώματος εἷς κόλπος ἐστίν· ἐὰν δὲ πολλοί, ὅτι ὑπὸ φιλανθρωπίας [*](175)

352
πολλὰς χεῖρας προτείνει τοῖς καταίρουσι. λιμένας δὲ ἐπαινέσεις ἢ ὡς ἀκλύστους, ἢ ὡς νηνέμους καὶ ὡς ἐπισκεπεῖς, ἢ ὡς πολύπλους, ἢ ὡς κατὰ πάντα ἄνεμον ἐκπέμποντας, ἢ ὡς πρὸ τῶν μεγάλων πελαγῶν προκειμένονς, ἢ ὡς ἀγγμβαθεῖς.

Ἐν τούτῳ δὲ καὶ τὸ περὶ τῶν κόλπων. κόλπους ἐπαινέσεις εἰς μέγεθος καὶ κάλλος καὶ εὐρυθμίαν καὶ εἰς εὐλιμενότητα καὶ πολυλιμενότητα.