Διαίρεσις τῶν ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

[*](II)

Ἔπαινος μὲν χώρας, ὡς ἀνωτάτω διελέσθαι, διττός, ἢ κατὰ φύσιν ἢ κατὰ θέσιν. ἢ γὰρ πῶς κεῖται ἐξετάσαντες [*](58) ἀξίαν αὐτὴν ἐπαίνου ἀποφαίνομεν, ἢ ὅπως πέφυκε. θέσιν τοίνυν χώρας δοκιμάζομέν τε καὶ κρίνομεν ὅπως κεῖται πρὸς γῆν, ἢ πρὸς θάλατταν, ἢ πρὸς οὐρανόν· πρὸς μὲν γῆν, εἰ μεσόγειος εἴη καὶ πλέον ἢ ἔλαττον θαλάττης ἀπέχουσα, ἢ ἐπιθαλαττίδιος καὶ πρὸς [*](159) αἰγιαλούς· πρὸς δὲ θάλατταν, εἰ νῆσος ἢ νήσῳ ἐοικυῖα· πρὸς δὲ οὐρανόν, εἰ ἐν δυσμαῖς, ἢ ἐν ἀνατολαῖς.· ἢ ἐν μεσημβρίᾳ, ἢ ἐν ἄρκτῳ, ἢ ἐν τῷ μέσῳ τούτων. ἤδη δέ τινες καὶ κατʼ αὐτούς τούς ἀστέρας τὴν θέσιν ὡρίσαντο, ὥσπερ οἱ ποιηταί, ὑπὸ Πλειάδας ἢ Ὑάδας, ἡ ὑπὸ Ἀρκτοῦρον ἀνίσχοντα, ἢ ὑπὸ Ἕσπερον. κατὰ γὰρ τοὺς τρεῖς κανόνας θέσιν χώρας δοκιμάζομεν· ἐν γὰρ τῷ περὶ οὐρανοῦ καὶ τὸ τῶν ὡρῶν συνείληπται. τὴν δὲ φύσιν τῆς χώρας δοκιμάζομεν πάσης ἐκ τῶν ἓξ

345
τόπων τούτων, ἢ γὰρ ὀρεινή τίς ἐστιν ἢ πεδινή, ἢ ξηρὰ καὶ ἄνυδρος ἢ λιπαρὰ καὶ εὔυδρος, καὶ εὔφορος καὶ ἢ πολύφορος ἢ ἄφορος καὶ δύσφορος. ἀπὸ γὰρ τούτων χώρας ἀρετὴν καὶ κακίαν διαγινώσκομεν. ἵνα δέ σοι τῶν θεωρημάτων τούτων ἀπάντων παραδείγματα ὑπάρχῃ, ἑκάστου ἐκθήσομαι δύο, εἰπὼν πρότερον, πρὸς ἃ τὰ κεφάλαια ἀνάγοντας ἐπαινεῖν δεῖ, πρὸς ἡδονὴν [*](59 160) ἢ πρὸς ὠφέλειαν· πρὸς γὰρ ταῦτα τὰ κεφάλαια ὁρῶντα δεῖ τοὺς περὶ χώραν ἐπαίνους ποιεῖσθαι. οἷον εἰ μεσόγειον ἐπαινοίης, πρὸς μὲν ἡδονήν, ἡ τῶν ἀπὸ τῆς ἠπείρου ἀγαθῶν βεβαίως ἀπόλαυσις καὶ τέρψις γίνεται ὀρῶν πεδία περιλαμβανόντων, καὶ τῶν πεδίων ληΐοις κατεστεμμένων. πρὸς δὲ ὠφέλειαν, διότι οἱ καρποὶ οἱ γνησιώτεροι ἀπὸ τῆς γῆς ἅτʼ οὐ κλυζομένης καὶ τῶν ἀπὸ τῆς θαλάττης ταραχῶν ἀπεχούσης. εἰ δὲ ἐπιθαλάττιον ἐπαινοίης, ὅτι ὅσα καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ ἡδέα καὶ ὠφέλιμα, συνείληφεν ἡ χώρα. εἰ δὲ νῆσον ἐπαινοίης, καὶ πρὸς ἡδονὴν καὶ πρὸς ὠφέλειαν, ὥσπερ Ἀριστείδης ἐν τῷ Νησιωτικῷ. εἰ δὲ νήσῳ ἐοικυῖαν, ἅ τε περὶ Τύρου Ἀριστόβουλος ἱστόρησε καὶ περὶ Κυθαλάττιον ζέκου Ἀριστείδης ἐν τῷ πρὸς Κυζικηνούς, καὶ Ξενοφῶν [*](60 161) ἐν τοῖς πόροις τοῖς περὶ τῆς Ἀττικῆς. καὶ μὴν εἰ μὲν ἀνατολικὴ εἴη, ὅτι πρώτη αὕτη ἡλίῳ ἐντυγχάνει, καὶ ἡγεμών ἐστι φωτὸς ἄλλοις, εἰ δὲ δυτικὴ εἴη, ὅτι ὥσπερ κορωνὶς ἐπίκειται, παραπέμπουσα τὸν θεόν· εἰ δὲ μεσημβρινή, ὅτι ὥσπερ ἐπὶ παρατάξεως τοῦ οὐρανοῦ τὸ μέσον κατείληφεν· εἰ δὲ ἀρκτική, ὅτι τὸ ὑψηλότατον τῆς γῆς καὶ ὑπόβορρον ὥσπερ ἀκρόπολις κατέχει· εἰ δὲ τὸ μεσαίτατον, ὃ δὴ περὶ τῆς Ἀττικῆς καὶ τῆς Ἑλλάδος λέγουσιν, ὅτι περὶ αὐτὴν ἡ πᾶσα γῆ κυκλεῖται, καὶ χώρα ἐστὶν εὔκαρπος. ἔτι τοίνυν εἰ μὲν ὀρεινὴ εἴη, ὅτι ἀνδρὶ ἐρρωμένῳ ἔοικε νεύροις διειλημμένῳ· εἰ δὲ πεδινή,
346
ὅτι εὔτακτός ἐστι καὶ οὐκ ἀνώμαλος οὐδʼ ὀστώδης. [*](162) καὶ μὴν εἰ μὲν ξηρὰ καὶ ἄνυδρος, ὡς διάπυρός ἐστι κατὰ τὸν περὶ τοῦ αἰθέρος λόγον καὶ τοῦ οὐρανοῦ· πυρώδης γὰρ ὁ οὐρανὸς καὶ ἐπίξηρος· εἰ δὲ λιπαρὰ καὶ εὔυδρος, καὶ πρὸς τὴν ἡδονὴν καὶ πρὸς τὴν ὠφέλειαν [*](61) εὐφυής. καὶ εἰ μὲν πάμφορος, ὅτι γυναικὶ εὔπαιδι ἔοικεν· εἰ δὲ ἄφορός τε καὶ δύσφορος, ὅτι φιλοσοφεῖν τε καὶ καρτερεῖν διδάσκουσα.

Ἐκεῖνό γε μὴν ἰστέον, ὅτι τῶν ἐγκωμίων τὰ μέν ἐστιν ἔνδοξα, τὰ δὲ ἄδοξα, τὰ δὲ ἀμφίδοξα, τὰ δὲ παράδοξα. ἔνδοξα μὲν τὰ περὶ ἀγαθῶν ὁμολογουμένων, οἷον θεοῦ ἢ ἄλλου τινὸς ἀγαθοῦ φανεροῦ· ἄδοξα δὲ τὰ περὶ δαιμόνων καὶ κακοῦ φανεροῦ· ἀμφίδοξα δὲ ὅσα πῆ μὲν ἔνδοξά ἐστι, πῆ δὲ ἄδοξα, ὃ ἐν τοῖς Παναθηναῖκοῖς εὑρίσκεται καὶ Ἰσοκράτους καὶ Ἀριστείδου· καὶ τὰ μὲν γάρ ἐστιν ἐπαινετά, τὰ δὲ ψεκτά, ὑπὲρ ὧν [*](163) ἀπολογοῦνται. παράδοξα δὲ οἷον Ἀλκιδάμαντος τὸ τοῦ [*](62) Θανάτου ἐγκώμιον, ἢ τὸ τῆς Πενίας ἢ τοῦ Πρωτέως τοῦ κυνός. ἐνέταξα δὲ τὸ θεώρημα, ἐπειδὴ ἀφόρους καὶ δυσφόρους χώρας, καὶ τὰς ἀνύδρους καὶ ψαμμώδεις, ὅπως ἐπαινεῖν χρὴ ὑπέδειξα. ὅτι γὰρ τῶν τοιούτων καὶ παραδόξων καὶ ἀπολογίαν ἐξευρίσκειν ἐστίν, εἰς ἐγκώμιον ἐξαρκεῖ. χώρας μὲν ἀπὸ τούτων ἐγκωμιαστέον, πόλεις δὲ ἐξ ὧν δεῖ ἐπαινεῖν, μετὰ ταῦτα ὑποδεικτέον, ἵνα ἡμῖν καθʼ ὁρμὴν προΐῃ τὸ σύνταγμα.

[*](63)

2. Οἱ τοίνυν περὶ τὰς πόλεις ἔπαινοι μικτοί εἰσιν ἀπὸ [*](164) κεφαλαίων τῶν περὶ χώρας εἰρημένων καὶ τῶν περὶ ἀνθρώπους. ἐκ μὲν γὰρ τῶν περὶ χώρας τὴν θέσιν ληπτέον, ἐκ δὲ τῶν περὶ ἀνθρώπους τὸ γένος, τὰς πράξεις, ἐπιτηδεύσεις· ἀπὸ γὰρ τούτων τὰς πόλεις ἐγκωμιάζομεν.

347
ὅπως δὲ τῶν κεφαλαίων τούτων ἕκαστον ἐργαζομεθα, ἐγὼ διδάξω καὶ φράσω. θέσιν πόλεως δοκιμάζομεν κατὰ τοὺς ἄνω τρόπους τοὺς εἰρημένους καὶ καθʼ.ἑτέρους πλείονας, ἢ πρὸς οὐρανὸν καὶ ὥρας, ἢ πρὸς ἤπειρον, ἢ πρὸς θάλατταν, ἢ πρὸς τὴν χώραν, ἐν ᾖ κεῖτοι, ἢ πρὸς τὰς περιοίκους χώρας καὶ πόλεις, ἢ πρὸς ὅρη, ἢ πρὸς πεδία. τὸ γὰρ εὔυδρον εἶναι τὴν πόλιν ἢ ποταμοῖς περιειλῆφθαι ἔφην τῶν περὶ χώραν εἶναι. αὐτῶν δὲ τούτων ἕκαστον καὶ πρὸς ἡδονὴν καὶ ὠφέλειαν κατὰ τὴν ἄνω γεγονυῖαν διαίρεσιν. χρὴ δὲ καὶ καθʼ ἕκαστον τούτων εὐμαθέστερον καὶ σαφέστερον γενέσθαι τὸ σύνταγμα. τὴν γὰρ θέσιν πρῶτον ἔφην κατὰ τὸν οὐρανὸν καὶ κατὰ τὰς ὥρας δεῖν θεωρεῖν. θεωρεῖται δὲ ἢ κατὰ ψύξιν ἢ κατὰ θάλψιν ἢ κατʼ ἀχλύν ἢ κατὰ καθαρότητα ἡ κατὰ εὐαρμοστίαν πασῶν τῶν [*](165) ὡρῶν. εἰ γάρ τις τὸν οὐρανὸν δοκιμάσει, γίγνεται θέσις πόλεως ἢ κατὰ ταῦτα πάντα, ἢ κατὰ τούτων τὰ [*](64) πλεῖστα, ἢ ἔνια. ἂν μὲν οὖν περιῇ δεικνύειν τὴν πόλιν, ἣν ἐγκωμιάζομεν, κατὰ πάντα ταῦτα εὔθετον οὖσαν, θαυμαστὸν γίνεται τὸ χρῆμα καὶ πλείους αἰ ἀφορμαί. εἰ δὲ μή, τὰ πλεῖστα τούτων πειρᾶσθαι δεῖ προσόντα αὐτῇ ἀποδεικνύναι· εἰ δὲ μὴ τὰ πλεῖστα, ἀλλὰ ἰσχυρότατα καὶ τὰ μέγιστα. εἰ δὲ παντάπασιν ἄμοιρος εἴη ἡ πόλις ἐγκωμίων κατὰ τὴν θέσιν (ὅπερ σπανιώτατόν ἐστιν· εὑρήσομεν γὰρ ἢ ἐν ψυχροῖς τόποις οὖσαν ἢ ἐν θερμοῖς ἢ ἐν ἁρμοστοῖς παρὰ τὴν κρᾶσιν τῶν ὡρῶν), εἰ δέ τινες τὴν Ἄσκρην οἰκοῖεν, ἐχρῆν αὐτὸ τοῦτο εἰς ἐγκώμιον λαμβάνειν· εἰ δʼ αὖ ἄφορός τε καὶ δύσφορος, ἐχρῆν αὐτὸ τοῦτο εἰς ἐγκώμιον λαμβάνειν, ὅτι φιλοσοφεῖν ἀνάγκη τούς ἐνοικοῦντας καὶ καρτερικούς εἶναι. κατὰ τὸν αὐτὸν δὲ ὅρον, εἰ μὲν θερμότερος εἴη ὁ τόπος, τὰ ἐν τοῖς ψυχροῖς κακὰ λεκτέον· εἰ δὲ ψυχρότερος, τὰ [*](65)
348
ἐν τοῖς θερμοτέροις. ἄριστα δὲ κεκραμένας χρὴ νομίζειν [*](166) τὰς ἱκανὸν χρόνον μέρει ἑκάστῳ παραμενούσας. αὐτῶν δὲ τῶν ὡρῶν αἰ μὲν ἐπὶ τὸ μᾶλλον θεωροῦνται, αἱ δὲ ἐπὶ τὸ ἔλαττον. χειμὼν μὲν γὰρ καὶ θέρος ἐπὶ τὸ ἔλαττον· μᾶλλον γὰρ ἐλάττους καὶ ἀσθενεστέρας ἐπαινετέον. ἔαρ δὲ καὶ τὸ μετόπωρον ἐπὶ τὸ μᾶλλον· μᾶλλον γὰρ ἰσχύειν τὰς ὥρας ταύτας ἐπαίνου ἄξιον. ἐν δὲ [*](66) τῷ περὶ τῶν ὡρῶν καὶ ἃ ἑκάστη φέρει τακτέον, αὐτὰ ταῦτα δὲ ἐφʼ ἑκάστῃ κατὰ τὰ τρία ταῦτα θεωρητέον, εἰ χρόνον ὅλον μένει ἀκήρατα, εἰ πλεῖστον τοῦ ἔτους· ποιότητα δὲ εἰ πρὸς ἡδονὴν καὶ ὠφέλειαν, ὠφέλειαν μὲν εἰ ἀβλαβῆ ἐστιν, ἡδονὴν δὲ εἰ ταῖς αἰσθήσεσι [*](167) τερπνὴ γεύσεσιν ὄψεσι καὶ ταῖς ἄλλαις. ποσότητα δὲ εἰ πολλὰταῦτα εἴη.

Περὶ μὲν τῆς θέσεως τῆς κατʼ οὐρανὸν καὶ ὥρας ταῦτα, ἐξ ὧν ἄν τις ἐγκωμιάζοι πόλιν, ἐφεξῆς δὲ καὶ περὶ τῶν ἄλλων τῶν τῆς θέσεως στοιχείων ἐπισκεψώμεθα. ἦν δὲ δεύτερον καὶ τρίτον στοιχεῖον, ὅπως κεῖται [*](6) πρὸς ἤπειρον, ὅπως πρὸς θάλασσαν. ἐὰν μὲν τοίνυν ἠπειρωτικὴ καὶ πλεῖστον ἀπέχῃ ἀπὸ τῆς θαλάσσης, τὴν ἀπὸ τῆς ἀποχωρήσεως ἀσφάλειαν ἐγκωμιάσεις, καὶ σοφῶν ἀνδρῶν παραθήσεις γνώμας, αἳ τοὺς κατʼ ἤπειρον οἰκισμοὺς ἐπαινοῦσι καὶ τοὺς πλεῖστον ἀπὸ θαλάττης ἀπέχοντας, καὶ πάντα ἐρεῖς, ὅσα ἐν τῷ ἑτέρῳ κακά. ἐὰν δὲ ἡ πόλις θαλαττία ᾖ ἢ νῆσος, τάς τε ἠπείρους ἐρεῖς κακῶς καὶ τοὺς ἠπειρωτικούς οἰκισμούς, καὶ ὅσα ἀγαθὰ ἀπὸ θαλάσσης ἀριθμήσῃ. ἰδίως δὲ καὶ [*](168) περιεργάσῃ τὴν ἑκάστης νήσου ἢ τὴν ἑκάστης πόλεως θέσιν. τὸ γὰρ τοιοῦτον μέρος ἀδύνατον περιστοιχεῖσθαι διὰ τὸ ἄπειρον. ἐὰν δὲ παραθαλάττιος ᾖ καὶ ἐπʼ αἰγιαλοῖς, ὅτι ἀμφότερα ὑπάρχει τὰ ἀγαθά. ἐὰν δὲ ὀλίγον ἀπέχῃ ἀπὸ τοῦ αἰπιαλοῦ, ὅτι τὰ μὲν ἑκατέρωθεν

349
ἐκπέφευγε λυπηρά, τὰ δʼ ἀμφοτέρων ἀγαθὰ ἀνείληφεν.

Ἑξῆς ἦν στοιχεῖα θέσεως, ὅπως ἔχει πρὸς τὴν περιοικίδα χώραν, καὶ ὅπως πρὸς τὰς ἀστυγείτονας χώρας. πρὸς μὲν τοίνυν τὴν περιοικίδα χώραν θεωρεῖται,[*](68) εἰ ἐπʼ ἀρχῆς κεῖται, ἢ ἐν τῷ μέσῳ, πρὸς τῷ τέλει. καὶ εἰ μὲν ἐπʼ ἀρχῆς κεῖται, ὥσπερ προσώπῳ ἀπεικαστέον, καὶ,  ὅτι ἐντὸς τὴν αὐτῆς χώραν φυλάττει, ὥσπερ μιᾶς οἰκίας προπύλαια. ἐὰν δὲ ἐν μέσῳ, ὅτι ὥσπερ βασίλεια ἢ ἀρχεῖα ἢ ὀμφαλὸς ἀσπίδος, ὥσπερ Ἀριστείδης εἶπε, κατείληφεν, ἢ ὥσπερ ἐν κύκλῳ μέσον σημεῖον. ἐὰν δὲ ἐπὶ τέλει, ὅτι ὥσπερ ἐραστὰς ἀποφυγοῦσα [*](169) τοὺς προσιόντας.

Ἔτι δὲ ὀψόμεθα καὶ ζητήσομεν, πότερον τὰ σκληρὰ [*](69) προβαλλομένη ἐν πεδινοῖς ἐστιν, ἢ ἐν τοῖς σκληροτάτοις τόποις κατῴκισται τὰ πεδία προβαλλομένη· καὶ ἐὰν ἐν πεδινοῖς ἱδρυμένη, ὅτι ἀποπειρᾶται τῶν ἀφικνουμένων, ὥσπερ ἀγῶνα προτιθεῖσα, ἢ ὅτι εὐερκής ἐστιν, ὧσπερ τείχους ἀνεστηκότος. ἐὰν δὲ τὰ πεδία προβαλλυμένη ἐν τοῖς σκληροῖς φαίνηται ἱδρυμένη, ὅτι ἥμερός ἐστι πρὸς τούς ἀφικνουμένους, καὶ ὥσπερ ἀκρόπολις αὕτη κατείληφεν, ἀφʼ ὑψηλοῦ πυρσεύουσα. ἐὰν δὲ ἀναμὶξ ταῦτα καὶ συγκεχυμένως φαίνηται διακείμενα, [*](70 170) τὴν ποικιλίαν ἐπαινετέον, ὥσπερ Ἀριστείδης πεποίηκεν. ἔτι δὲ πρὸς τὰ ὕδατα τὰ ἐν τῇ χώρᾳ θεατέον. ὑδάτων δὲ φύσεις τριχῆ δεῖ διαιρεῖν, ἢ ὡς πηγῶν, ἢ ὡς ποταμῶν, ἢ ὡς λιμνῶν. κριτέον δʼ αὐτὰ ὥσπερ καὶ τὰ ἄλλα, πρὸς ἡδονὴν καὶ ὠφέλειαν, καὶ ἔτι πρὸς ταύτῃ τῇ διαιρέσει πρὸς πλῆθος καὶ αὐτοφυΐαν· ἐνιαχοῦ γὰρ καὶ θερμαὶ πηγαὶ εὑρίσκονται.

Πρὸς τοίνυν τὰς ἐκ γειτόνων θεωρητέον ἢ ὡς πρὸς πόλεις ἢ ὡς πρὸς χώρας, ἢ πότερον ἐν ἀρχῇ ἐστιν

350
αὕτη, ἢ πρὸς τῷ τέλει, ἢ πανταχόθεν μέση· καὶ χῶραι καὶ πόλεις εἰ μικραὶ καὶ ἀφανεῖς, ἢ μεγάλαι καὶ ἐπιφα- νεῖς, καὶ εἰ ἀρχαῖαι ἢ νέαι. πρὸς μὲν τοίνυν χώρας, [*](171) οἷον εἰ λέγον τις, ὅτι ἡ νῦν καλουμένη Ἀσία παρῴκισται [*](71) μεγάλῳ ἔθνει, καὶ ὅπως ὑπὸ μεγέθους οὐ κρύπτεται· πόλεις δʼ, ὥσπερ λέγουσι περὶ τῶν πόλεων τῶν Ἀσιανῶν, ὅτι ἐγγὺς ἀλλήλων οὖσαι οὐκ ἀφαιροῦνται ἀλλήλας τὸν κόσμον. καὶ εἰ μὲν ἐπʼ ἀρχῆς τῶν ἄλλων ἐθνῶν, ὅτι προβέβληται ἀντʼ ἄλλου φυλακτηρίου, ὥσπερ ὁ Ἀριστείδης· τοῦτο γάρ φησι περὶ τῶν Ἀθηνῶν. εἰ δὲ μέση κέοιτο ἡ πόλις πολλῶν χωρῶν καὶ πόλεων μεγάλων, ὅτι πανταχόθεν περιβέβληται καὶ ἀντὶ κόσμου προπύλαια καὶ εἰς ἀσφάλειαν περιβόλους. εἰ δὲ πρὸς τέλει, ὅτι ἀντὶ κεφαλῆς ἐπίκειται ταῖς ἄλλαις χώραις καὶ κορυφῆς.· εἰ δʼ ἔνδοξοι εἶεν αἰ πόλεις καὶ ἐπιφανεῖς, ὅτι ἐνδόξων ἐνδοξοτέρα ἐστὶ καὶ ἐπιφανῶν ἐπιφανεστέρα, ἢ ἐπιφανῶν οὐκ ἀφανεστέρα. εἰ δὲ πολὺ ἄδοξοι καὶ οὐκ ἐπιφανεῖς, ὅτι διʼ αὐτὴν ἀλλʼ οὖν ὀνόματος [*](172) καὶ φήμης τυγχάνουσιν. εἰ μὲν ἀρχαῖαι χῶραι εἴησαν, ὅτι ἀνάγκη καὶ αὐτὴν ἀρχαίαν εἶναι τὴν πρόσοικον χώραν· εἰ δὲ πόλεις, ὅτι αἰ μὲν κεκμήκασι χρόνῳ, ἡ δʼ ἀνθεῖ· εἰ δʼ αὖ νέα, ὅτι πρὸς φυλακὴν προβέβληται νεωστὶ γεγενημένη.

[*](72)

Σκεψψώμεθα τοίνυν καὶ τὴν τοπικὴν καλουμένην θέσιν, ἥπερ ἐστὶν ὑπόλοιπος. καλοῦσι δὲ τοπικὴν τὴν τοῦ τόπου φύσιν, ἐν ᾧ ἡ πόλις ἵδρυται. πᾶσα πόλις, ὡς ἀνωτάτω συλλαβεῖν, αὐτὰ γὰρ τὰ καθʼ ἑκάστην σχήματα ἀδύνατον περιλαβεῖν, ἢ πᾶσα ἐν ὄρει καὶ γηλόφῳ, ἢ πᾶσα ἐν πεδίῳ. ἂν μὲν τοίνυν πᾶσα ἐν ὄρει, καὶ πρὸς ὠφέλειαν καὶ πρὸς ἡδονὴν ἐπαινετέον ἐκ τούτου, [*](73) κατὰ μὲν ἡδονὴν διὰ τὴν τοῦ ἀέρος τοῦ ὑπερκειμένου καθαρότητα, κατὰ δʼ ὠφέλειαν, ὅτι αὐτοφυὲς

351
τεῖχος καὶ ἀπρόσβατον κέκτηται. ἐλαττώματα δὲ τῶν ἐν γηλόφοις κειμένων ψύχους ὑπερβολαί, ὁμίχλη, στενοχωρίαι.- δεῖ οὖν ἀποφαίνειν οὐ προσόντα ταῦτα ἢ [*](173) οὐ μάλιστα. ἐὰν δὲ ἐν πεδίῳ, δεῖ ἐπαινεῖν, ὅτι ἐνὶ ὀφθαλμῷ ἡ πόλις φαίνεται, ὅτι οὐκ ἔστιν ἀνώμαλος τοῖς ἄρθροις, ὥσπερ σῶμα εὔρυθμον, ὅτι γεωργική τίς ἐστιν ἡ φύσις τῆς πόλεως, ὅτι ὑπʼ ἀνδρείας οὐ πέφευγεν, ὥσπερ αἱ ἄλλαι πόλεις, εἰς ὅρη. τὰ ἐλαττώματα τῶν ἐν ὑψηλῷ πόλεων ἱδρυμένων ὀνειδιεῖς, τὰ δὲ τῶν ἐν πεδίῳ φεύξῃ. ἔστι δὲ ἐλαττώματα αὐχμοὶ καὶ πνιγμοὶ [*](74) καὶ ῥᾳστώνη ἐπιθέσεωυς, καὶ ὅσα τοιαῦτα. ταῦτα οὖν ἢ ὡς ἥκιστα ἢ ὡς ἐλάχιστα ἀποδεικνύναι χρὴ προσόντα. ἀλλὰ μὲν εἰ πὴ μὲν πεδινὴ εἴη ἡ πόλις, πῆ δὲ ἐν ὄρεσιν, τό τε πλῆθος ἐπαινέσεις καὶ τὴν ποικιλίαν, ὅτι ἅπερ ἀμφοτέραις ταῖς πόλεσι πρόσεστι, ταῦτα ἀμφότερα μόνη κέκτηται, καὶ ὅτι τὰ ἀμφοτέρων ἐλαττώματα ἐκπέφευγε· πειράσῃ δὲ ἀποδεικνύναι καὶ ὅτι πολλαῖς ἔοικε πόλεσιν. ἐκ τούτων καὶ περὶ ταῦτα ἡ μέθοδος.

[*](174)

Ἐν τούτῳ δὲ τῷ μέρει καὶ τὸ περὶ λιμένων ἔγκειται. λιμένες δὲ ἢ ἐν μέσῳ τῆς πόλεως, καὶ φήσεις ὥσπερ κόλπῳ δέχεσθαι τοὺς καταπλέοντας ὑπὸ τὰς ἀγκάλας· ἐν ἀρχῇ τῆς θέσεως, καὶ φήσεις, ὥσπερ ποσὶν ἐπιστηρίζεσθαι τῷ λιμένι. ἢ αὐτοφυεῖς εἰσιν ἢ χειροποίητοι.[*](75) ἄν μὲν τοίνυν χειροποίητοι ὦσιν, ἐρεῖς, ὅτι οὐχ ἡ πόλις διʼ αὐτούς, ἀλλʼ αὐτοὶ διὰ τὴν πόλιν γεγόνασιν· εἰ δʼ αὐτοφυεῖς, ὅτι ἀπρόχωστοί εἰσι διὰ τὸ αὐτοφυεῖς εἶναι, ὅσοι δὲ χειροποίητοι, προχοῦνται· καὶ εἶς ἐστιν ἢ πολλοί. ἂν μὲν εἶς, ὅτι ὥσπερ σώματος εἷς κόλπος ἐστίν· ἐὰν δὲ πολλοί, ὅτι ὑπὸ φιλανθρωπίας [*](175)

352
πολλὰς χεῖρας προτείνει τοῖς καταίρουσι. λιμένας δὲ ἐπαινέσεις ἢ ὡς ἀκλύστους, ἢ ὡς νηνέμους καὶ ὡς ἐπισκεπεῖς, ἢ ὡς πολύπλους, ἢ ὡς κατὰ πάντα ἄνεμον ἐκπέμποντας, ἢ ὡς πρὸ τῶν μεγάλων πελαγῶν προκειμένονς, ἢ ὡς ἀγγμβαθεῖς.

Ἐν τούτῳ δὲ καὶ τὸ περὶ τῶν κόλπων. κόλπους ἐπαινέσεις εἰς μέγεθος καὶ κάλλος καὶ εὐρυθμίαν καὶ εἰς εὐλιμενότητα καὶ πολυλιμενότητα.

Ἐν τούτῳ δὲ καὶ τὸ περὶ τῶν ἀκροπόλεων· αἰ μὲν [*](76)γὰρ αὐτῶν ἐν μέσῳ πόλεών εἰσιν, αἱ δʼ ἐν πλαγίοις. καὶ [*](176) αἱ μὲν ὑψηλαί, στεναὶ δὲ τὸ ἄνω δάπεδον, αἰ δὲ βραχεῖαι μέν, εὐρύχωροι δέ· καὶ αἱ μὲν εὔυδροι, αἱ δὲ ἄνυδροι· καὶ αἰ μὲν ἀνώμαλοι τὰς κορυφάς, αἰ δὲ πεδινώτεραι. ἥτις μὲν οὖν τὰς μὲν ἀρετὰς εἴληφεν, τὰς δὲ κακίας ἐκπέφευγεν, αὕτη καλλίστη, ὅμως δʼ ἐξ ὧν ἐπαινετέον τούτων ἑκάστην, λεκτέον. ἂν μὲν τοίνυν ἐν πλαγίῳ τῆς πόλεως ᾖ, ὅτι ἀκριβῶς κέλητι ἔοικε· μετὰ γὰρ πᾶν τὸ σῶμα κεῖται. εἰ δʼ ἐν μέσῳ, ὅτι περὶ αὐτὴν ἡ πόλις ἵδρυται, ὥσπερ βασιλικαὶ περὶ ἱερὸν περιβολαί. ἂν δʼ ὑψηλὴ μέν, στενὴ δὲ τὸ ἄνω ἔδαφος, [*](77) ὅτι ὥσπερ ἱερὸν τῷ ὄντι ἅπαν ἀοίκητόν ἐστι, πλὴν ὅσα [*](177) τοῖς κατέχουσι θεοῖς. εἰ δὲ βραχεῖα μέν, εὐρύχωρος δέ, ὅτι πόλει ἔοικεν ἡ ἀκρόπολις ὑπʼ εὐρυχωρίας. καὶ εἰ μὲν ἄνυδρος, ὅτι ὑπὸ ὕψους τοῦτο πέπονθεν, εἰ δὲ εὔυδρος, ὅτι καὶ ὑψηλὴ οὖσα πρὸς χρείαν ἐστὶν αὐτάρκης. καὶ εἰ μὲν ἀνώμαλος, ὅτι ὥσπερ ἄλλας ἀκροπόλεις ἐν αὐτῇ ἔχει· εἰ δὲ πεδινή, ὅτι θέσεως ἕνεκα καὶ ῥᾳστώνης ὡς πόλις ᾠκίσθη. κράτιστον δὲ ὅπερ ἔφην,

353
τὰς ἀρετὰς παρούσας καὶ τὰς κακίας ἀπούσας ἁπάσας δεικνύναι, ἢ πλείονας ἀρετὰς κακιῶν. ταῦτα καὶ περὶ ἀκροπόλεων θέσεως ἡμῖν ἀποδεδείχθω.

Δεύτερος δʼ ἂν εἴη τόπος ὁ τοῦ γένους καλούμενος, [*](3) διαιρεῖται δὲ εἰς οἰκιστάς, εἰς τοὺς οἰκήσαντας, εἰς τὸν [*](178 78) χρόνον, εἰς τὰς μεταβολάς, εἰς τὰς αἰτίας, ἀφʼ ὧν αἱ πόλεις οἰκοῦνται. τούτων δʼ οὐ ἕκαστον πολλαχῆ διαιρετέον, οἷον εὐθύς εἴ τις οἰκιστής, ζητοῦμεν, εἰ θεός, εἰ ἥρως, εἰ ἄνθρωπος, καὶ πάλιν κατὰ τύχας στρατηγὸς ἢ βασιλεύς ἢ ἰδιώτης. ἐὰν τοίνυν θεὸς ᾖ, μέγιστον τὸ ἐγκώμιον, ὥσπερ ἐπʼ ἐνίων λέγεται, ὡς περὶ Ἑρμουπόλεως καὶ Ἡλιουπόλεως καὶ τῶν τοιούτων. ἐὰν δὲ ἡμιθέων καὶ ἡρώων καὶ μετὰ ταῦτα θεὸς γενόμενος, ἔλαττον μὲν τὸ ἐγκώμιον, ἔνδοξον δὲ καὶ οὕτως, ὥσπερ ἐφʼ Ἡρακλείας τῆς πόλεως, καὶ ὅσας ἢ Σαρπηδών ἢ Μίνως ᾤκισαν, ἢ ἄλλοι ἥρωες. ἐὰν δὲ ἄνθρωπος, [*](79 179) ἐὰν μὲν ᾖ στρατηγὸς ἢ βασιλεύς, ἔνδοξον, ἐὰν δὲ ἰδιώτης, ἄδοξον καὶ οὐκ ἐπιφανές. χρὴ οὖν, ὅτε τὸ περὶ τῶν οἰκιστῶν ἡμῖν διῄρηται, ἐκεῖνο τὸ θεώρημα καὶ τὸ στοιχεῖον κατὰ πάσης τῆς διαιρέσεως εἰδέναι,. ὡς εἰ μὲν ἔνδοξος εἴη ὁ κατοικίσας, τά τε ἄλλα αὐτοῦ ἐγκωμιαστέον ἐν βραχυτάτοις, καὶ ὅτι τὴν πόλιν ᾥκισεν, ἣν ἂν ἐπαινῶμεν. ἐὰν δὲ ἄδοξος ᾖ, ἡ διαδοχὴ ἄδοξος γίνεται ἢ τῷ αἰσφρὰν ἔχειν δόξαν, ἢ τῷ μηδʼ ὅλως ἔχειν. ἐὰν μὲν τοίνυν μηδʼ ὅλως ἔχῃ, φατέον μόνον, ὅτι ἀπὸ τῆς κτίσεως τῆς πόλεως, ὥσπερ ἐξαρκοῦν, ἠξίωσε γνωρίζεσθαι· εἰ δὲ φαύλην δόξαν εἰληφώς, ὅτι ἀπολογίαν ταύτην ἱκανὴν ἐπὶ τοῖς ἄλλοις ἐξεῦρεν. ἀπὸ μὲν τῆς τομῆς ταύτης τὸν οἰκιστὴν γνωριοῦμεν.

Τούς δὲ οἰκήσαντας διαιρήσομεν μιᾷ μὲν τομῇ

354
Ἑλλήνων καὶ βαρβάρων, δευτέρᾳ δὲ βαρβάρων μὲν τῶν ἀρχαιοτάτων, ὥσπερ Φρυγῶν, ἢ βασιλικωτάτων, [*](80 180) ὥσπερ Λυδῶν ἢ Μήδων ἢ Περσῶν ἢ Αἰθιόπων ἢ Σκυθῶν. καὶ ὅλως δήλη ἐστὶν ἡ ὁδὸς τῷ προιόντι κατὰ τὸ ἀποδοθὲν θεώρημα. δεῖ γὰρ ἀποφαίνειν τὰ οἰκήσαντα γένη τὴν βάρβαρον πόλιν, ἣν ἂν ἐπαινέσῃς, ἢ πρεσβύτατα ἢ σοφώτατα ἢ ἀρχικώτατα ἢ ὅλως ἀρετήν τινα σχόντα, ἢ μίαν, ἢ πολλάς, πάσας, ᾖ μάλιστα. Ἑλλήνων δʼ αὖ τῶν εὐγενεστάτων νομιζομένων γενῶν γένη τὰ ἀνωτάτω καὶ γνωριμώτατα τρία, τὸ Δωριέων, Αἰολέων, Ἰώνων. τὸ μὲν τοίνυν Αἰολέων πολὺ ἰσχυρότατον, τὸ δὲ Δωριέων ἀνδρικώτατον, τὸ δὲ Ἰώνων ἐλλογιμώτατον. χρὴ οὖν ἀποφαίνειν τὴν Ἑλληνίδα πόλιν ἐκ τούτων οὖσαν τῶν γενῶν. καὶ οὕτως μὲν τὰ γένη τῶν ἐνοικούντων διαγνωσόμεθα, καὶ τούς ἐπαόνους, οὓς ἂν περὶ τῶν γενῶν εἴπωμεν, νομιοῦμεν [*](81) προσήκειν τοῖς οἰκήσασιν, ὥσπερ εἰ λέγοιμεν, ὅτι ἡ Σμύρνα ἢ Ἔφεσος τοῦ ἐλλογιμωτάτου μέρους ἐστίν, [*](181) ἢ τῶν ἐν Κρήτῃ πόλεων πολλαὶ καὶ Ῥόδος τοῦ ἀνδρικωτάτου· Δωρικαὶ γάρ εἰσι, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως.

Τρίτον ἔφαμεν τοῦ γένους εἶναι τὸν χρόνον, τρισὶν ὅροις· ἢ τῶν παλαιοτάτων, ὅταν ἢ πρὸ ἄστρων ἢ μετὰ τῶν ἄστρων φάσκωμεν, ἢ πρὸ κατακλυσμοῦ ἢ μετὰκατακλυσμὸν φάσκωμεν οἰκισθῆναι ἢ πόλιν ἢ χώραν, ὥσπερ [*](82) Ἀθηναῖοι μεθʼ ἡλίου γενέσθαι φασίν, Ἀρκάδες δὲ πρὸ [*](182) σελήνης, Δελφοὶ δὲ μετὰ τὸν κατακλυσμὸν εὐθύς. διαστήματα γὰρ καὶ ὥσπερ ἀρχαὶ αὗται τοῦ αἰῶνος. ἢ μέσῳ ὅρῳ λογιούμεθα, οἷον ὅτ ἤνθησεν ἡ Ἑλλὰς ἡ Περσῶν δύναμις ἢ Ἀσσυρίων ἢ Μήδων, ὥσπερ Συρακοῦσαι καὶ ἔνιαι τῶν ἐν Ἰωνίᾳ πόλεων καὶ πλεῖσται τῆς Ἑλλάδος καὶ τῆς βαρβάρου. τῶν δὲ ἐσχάτων καὶ νεωτάτων αἱ

355
ἐπὶ Ῥωμαίων· ὅσαι γὰρ νεώταται πόλεις, παρὰ τούτων [*](83) ἐκτίσθησαν. ἐὰν μὲν τοίνυν ἀρχαιοτάτη ἡ πόλις ᾖ, φήσεις τὸ πρεσβύτατον τιμιώτατον εἶναι, καὶ ὅτι αἰώνιός ἐστιν ἡ πόλις, ὥσπερ οἱ θεοί. ἐὰν δὲ τοῦ μέσου ὅρου, ὅτι ὅθ’ ὑπορρεῖ καὶ γεγήρακεν, ὥστε πεπονηκέναι, οὕτε νεωστὶ ἀνέστηκεν. ἐὰν δὲ νεωτέρα ᾖ, ὅτι ἀνθεῖ καθάπερ κόρη ἀκμάζουσα, καὶ ὅτι μετὰ πλειόνων καὶ βελτιόνων ἐλπίδων οἰκεῖται. χρὴ δὲ τὰς νεωτέρας μηδὲν ἐλαττουμένας σεμνότητι τῶν παλαιοτέρων [*](183) δεικνύειν, τὰς δὲ ἀπὸ τοῦ μέσου ὅρου πρὸς ἀμφορων αὐτάρκεις. τοσαῦτα καὶ περὶ χρόνου τῶν πόλεων δεδόσθω.

Τέταρτος τόπος ὁ τῶν μεταβολῶν, διαιρεῖται δὲ κατὰ τάδε· ἢ γὰρ ἀπῳκίσθη, ἢ συνῳκίσθη, ἢ μετῳκίσθη, ἢ ἐπηυξήθη, ἢ ὅλως οὐκ οὖσα πρότερον ἐπῳκίσθη. ἀπῳκίσθη μέν, ὥσπερ αἱ πλεῖσται τῶν Ἑλληνίδων, αἱ ἐν Ἰωνίᾳ, αἰ ἐν Ἑλλησπόντῳ, αἱ νῆσοι· συνῳκίσθη δέ, ὥσπερ Μεγάλη πόλις ἐν Ἀρκαδίᾳ· μετῳκίσθη [*](84) δέ, ὥσπερ περὶ Σμύρνης Ἀριστείδης, φησὶ γὰρ αὐτὴν τρὶς ἀλλάξαι τὸν τόπον· ἐπηυξήθη δέ, ὥσπερ ὅσας πρότερον κώμας οὔσας ὅλως πόλεις πεποιήκασι [*](184) βασιλεῖς· ἐπῳκίσθησαν δέ, ὅσας πρότερον οὐδ’ οὔσας κώμας ὅλως πόλεις τινὲς ἀπέφηναν.

Μεταβολὴ δὲ παρὰ ταύτας ἁπάσας γίνεται, ἐπʼ ἐνίων πολλάκις περὶ τὸ ὄνομα· τὴν γὰρ αὐτὴν πόλιν ἢ χώραν ποτὲ μὲν Κραναήν, ποτὲ δὲ Κεκροπίαν, ποτὲ δὲ Ακτήν, ποτὲ δὲ Αττικήν, ποτὲ δὲ Αθήνὰς κεκλήκασι· [*](85) καὶ Πελοπόννησον ποτὲ μὲν Πελασγίαν, ποτὲ δὲ Ἀπίαν, ποτὲ δὲ ἄλλο τι τοιοῦτον. ἀλλὰ τὸ τοιοῦτον τῆς μεταβολῆς εἶδος οὐκ ἔχει πρόφασιν ἐπαίνου, πλὴν εἴ τις τοὺς ἄνδρας ἐπαινοίη ἢ θεούς, ἀφʼ ὦν αἱ πόλεις[*](185) ὀνομάζονται. ὅπως δὲ τῶν μεταβολῶν ἕκαστον εἶδος

356
ἐπαινεσόμεθα, διδάξω. ἐὰν μὲν ἀποικίαν, ὅτι ἀπὸ. μεγίστης πόλεως ἀπῴκησαν καὶ ἐνδοξοτάτης, ὅτι ἀπῴκισται ἐνδόξως, ὅτι δυνάμει κατέσχε τὸν τόπον, ὅτι κατὰ φιλίαν ἀπῳκίσθησαν, οὐχὶ στάσει καὶ πολέμοις ἐκπεσόντες, καὶ ὅλως ὑποδέδεικταί σοι πρὸς ἃ χρὴ βλέπειν κὰν τοῖς τῶν ἀπῳκισμιένων πόλεων ἐπαίνοις. εἰ δὲ συνῳκισμένην πόλιν ἐπαινοίης, καὶ τὰ μέρη αὐτὰ καθʼ ἑαυτὰ μέγιστα ἀποφανεῖς· ὅσῳ γὰρ ἂν μειζόνως αὐτὰ ἐπαινοίης, μειζόνως τὴν συνῳκισμένην πόλιν ἐγκωμιάσεις, τὴν δὲ πρόφασιν τοῦ συνοικισμοῦ ἐξετά- [*](86 186) σεις καὶ τούς συνοικήσαντας, οἵτινες ἦσαν, καὶ πάλιν ἠ τούτων ἰδέα σοι ἐπιδέδεικται. εἰ δὲ μετῳκισμένη εἴη ἡ πόλις, δεῖ σε δεικνύναι, ὅτι οὐ κατὰ συμφοράς, ἀλλὰ πρὸς κάλλος μεταβαλοῦσα τὸν τόπον, ὅτι μετοικιζομένη μείζων καὶ καλλίων ἐγένετο, καὶ περιεργάσῃ, εἴτε ἅπαξ εἴτε πολλάκις· κἂν μὲν ἅπαξ δίς, ἔκτυπα αὐτῆς πρότερον καταθέσθαι· εἰ δὲ πολλάκις, ὅτι κινουμένῃ καὶ βαδιζούσῃ ἔοικεν ἡ πόλις. καὶ τῶν μετοικισμῶν τὰς αἰτίας, εἰ μὲν εἴησαν φαῦλαι, συγκρύψεις ὡς δυνατόν, οἷον σεισμοὺς ἢ πορθήσεις ἢ λοιμούς ἢ τὰ τοιαῦτα· εἰ δʼ εἴησαν ἀγαθαί, ἐγκωμιάσεις καὶ ἀπὸ τούτων, οἷά σοι περὶ τούτων ἀποδέδεικται. εἰ δʼ ἐπηυξημένη ἡ πόλις εἴη, οὐ χαλεπὸν συνιδεῖν, ἀφʼ ὧν ἄν τις ἐγκωμιάζοι. ὥσπερ γὰρ σῶμα αὐξανόμενον, τῷ χρόνῳ φήσεις προεληλυθέ- ναι αὐτὴν εἰς μέγεθος, καὶ διὰ τοῦτο προσδοκᾶν αὐτὴν καὶ ἔτι μᾶλλον προελεύσεσθαι. εἰ δʼ ἡ πόλις, ἣν [*](87) ἐπαινεῖς, ἅμα οἰκοδομηθεῖσα καὶ πόλις ἦν γενομένη, τὸ [*](187) ἐκ διαφορᾶς πρὸς τὰς ἐκ κωμῶν μεταβαλούσας πολλὰς ἄν σοι παράσχοι προφάσεις ἐπαίνων, ὅτι, ὥσπερ ἔνιοι ἅμα τῷ τεχθῆναι ἐν ἀξιώματί εἰσι, καὶ οὐ πρότερον δοῦλοι, εἶτα ἐλεύθεροι, οὐδὲ πρότερον ἰδιῶται, εἶτα
357
ἄρχοντες, οὕτως αἰ τοιαῦται πόλεις. καὶ αὕτη ἡ περὶ ταῦτα μέθοδος. εἰ δʼ ἐκ κώμης εἴη μεταβεβληκυῖα, ὅτι, ὥσπερ ἐν στρατοπέδῳ οὗτος ἄριστος στρατηγός, ὅστις χιλίαρχος πρότερον ἐγένετο, καὶ χιλίαρχος ὅστις λοχαγός, καὶ λοχαγὸς ὅστις στρατιώτης, οὕτω καὶ πόλις ἀρίστη, ἥτις ἐν πείραις ἐξητάσθη. καὶ ὅλως οὐκ ἀπορήσεις, κατὰ τοῦτο ἰών τὸ ἴχνος, ἐξ ὧν ἂν ἐπαινοίης. τοσαῦτά σοι καὶ περὶ τῶν μεταβολῶν καὶ τῶν εἰδῶν τῆς μεταβολῆς --- φημὶ οὐδὲν μέγα πρὸς ἐγκώμιον [*](88) ἔχειν ἢ βραχὺ ἐπαινούντων ἡμῶν ἢ θεὸν ἢ ἄνθρωπον τὸν ἐπώνυμον.

Ἦν δὲ μετὰ τὰς μεταβολὰς τόπος ὁ τῶν αἰτιῶν, πενταχῆ δὲ καὶ οὗτος διαιρεῖται, καὶ πῶς τὴν διαίρεσιν ποιησάμενοι τούς ἐπαίνους ἂν προσαγάγοιμεν, [*](188) ἑξῆς ἂν εἴη ἀποδεῖξαι. αἰτίαι τοίνυν οἰκισμῶν πόλεων ἢ θεῖαι, ἢ ἡρωῖκαί, ἢ ἀνθρώπιναι. καὶ πάλιν ἥ ἐπʼ εὐφροσύνῃ ἢ πένθει· καὶ πάλιν κατὰ τὰ τελικὰ καλούμενα κεφάλαια, ἢ ὡς διὰ τὸ συμφέρον, ἢ ὡς διὰ τὸ ἀναγκαῖον. χρὴ δὲ τούτων τὰ παραδείγματα ἐκθέσθαι. θεία μὲν τοίνυν αἰτία ἐστίν, ὁποία περὶ Ῥόδου ἢ Δήλου· περὶ μὲν Ῥόδου, ὅτι διαλαχόντες ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ Ἅιδης τὰ πάντα, Ἡλίῳ μοῖραν οὐ κατέλιπον, ἀναμνησθέντες δὲ ἔμελλον ἀνακληροῦσθαι, ὁ δʼ Ἥλιος ἀρκεῖν αὐτῷ ἔφη, εἰ φανερὰν ποιήσειαν τὴν Ῥόδον. περὶ δὲ Δήλου, ὅτι διὰ τὴν ἐκ Διὸς Ἀπόλλωνος καὶ Ἀρτέμιδος γένεσιν ἀνέδραμεν [*](89) ἐκ θαλάττης. ἡρωῖκαὶ δʼ αἰτίαι περὶ Σαλαμῖνος [*](189) τῆς ἐν Κύπρῳ, ἢ Ἄργους τοῦ Ἀμφιλοχικοῦ· τὴν μὲν γὰρ ὁ Τεῦκρος ᾤκισεν ἐκπεσών, τὴν δὲ Ἀμφίλοχος ὁ Ἀμφιάρεω, καὶ πολλαὶ πόλεις τῶν Ἑλληγνίδων τοιαύτας ἔχουσιν αἰτίας ἡρωῖκάς. ἀνθρώπιναι δέ, ὁποῖαι περὶ Βαβυλῶνος λεγόμεναι, οἷον Νῖνον [*](90)

358
Σεμίραμις ᾠκοδόμησεν, βασίλειαν εἶναί φησι. καὶ [*](190) Ῥωμαῖκαὶ δὲ πᾶσαι πόλεις, ἃς Ῥωμαίων ᾤκισαν βασιλεῖς, τοιαύτας ἔχουσι τὰς αἰτίας. αὕτη μὲν δὴ πρώτη διαίρεσις.

Ἡ δὲ δευτέρα, ὅτι αἱ μὲν ἐπʼ εὐφροσύνῃ, αἱ δὲ ἐπὶ πένθει. εὐφροσύνῃ μέν, ὡς ἐπὶ γάμοις, νίκαις καὶ τοῖς τοιούτοις. δεῖ δὲ καὶ τούτων παραδείγματα γράαι. γάμων μὲν τοίνυν, ὥς φασι τὴν Μέμφιν ἐπὶ τῷ γάμῳ τῆς Ἀφροδίτης καὶ τοῦ Ἡφαίστου. νίκης δέ, οἷόν φασι τὴν Θεσσαλονίκην ἐπὶ τῇ νίκῃ τῶν Θεσσαλῶν οἰκισθῆναι ὑπὸ τῶν Μακεδόνων· καὶ [*](91) τὴν ἐπὶ Ἀκτίῳ Νικόπολιν ὑπὸ Ῥωμαίων ἐπὶ τῇ νίκῃ τῇ κατὰ Κλεοπάτρας. ἐπὶ πένθει δὲ καὶ οἴκτῳ, ὡς [*](191) ἱστοροῦσι Βουκέφαλον τὴν ἐν Ἱνδοῖς πόλιν ἐπὶ τῷ ἵππῳ τοῦ Ἀλεξάνδρου τῷ Βουκεφάλῳ ἀνοικισθῆναι· τὴν Ἀντινόου δὲ ἐν Αἰγύπτῳ Ἀντινόου θανάτῳ ὑπὸ Ἀδριανοῦ. καὶ δῆλον ἡγοῦμαί σοι γεγενῆσθαι καὶ τὸ τῆς διαιρέσεως ταύτης θεώρημα.

Ἦν δὲ ἡ τρίτη διαίρεσις κατὰ τὰ τελικὰ κεφάλαια καλούμενα. τοῦ μὲν τοίνυν δικαίου τὸ κατὰ [*](92) Ῥήνην, ὅτι οἰκίσας αὐτὴν ὁ Μίνως ἀνέθηκε τῷ Ἀπόλλωνι [*](192) εὐσεβείᾳ, τὸ δʼ εὐσεβὲς δίκαιον. τοῦ δὲ καλοῦ, ὡς τὸ κατὰ Ἀλεξάνδρειαν, ὅτι εὐδοξίας ἕνεκα καὶ κλέους ὁ Ἀλέξανδρος μεγίστην τῶν ὑφʼ ἡλίῳ πόλεων ἠβουλήθη κατοικίσαι. τοῦ δὲ συμφέροντος, ὡς τὸ καθʼ Ἡράκλειαν τὴν ἐν Πόντῳ, ὅτι τοὺς βαρβάρους ἀναστέλλων Ἡρακλῆς τὸν ἐκεῖ τόπον κατῴκισε. τοῦ δʼ ἀναγκαίου, ὡς τὸ κατὰ τὰς πόλεις τὰς κατʼ Ἴστρον ποταμὸν ὑπὸ Ῥωμιαίων κατοικισθείσας, τὰς καλουμένας Καρπίας, ὡς μὴ διαβαίνοντες οἱ· βάρβαροι [*](193) κακουργοῖεν. οὐσῶν δὲ τοιούτων αἰτιῶν καὶ τοιουτοτρόπων, εἰδέναι σε χρή, ὅτι ἐνδοξόταται μὲν αἰ

359
θεῖαι ἢ ἡρωῖκαί, τρίται δὲ αἰ ἀνθρωπικαί· καὶ πάλιν πρῶται μὲν αἱ ἐπ εὐφροσύνῃ, δεύτεραι δὲ αἰ ἐπὶ πένθει· καὶ πάλιν ἐνδοξότεραι μὲν αἱ ἐκ περιουσίας τῶν τελικῶν κεφαλαίων, χρησιμώτεραι δὲ αἱ ἀπὸ τῶν ἀναγκαίων καὶ συμφερόντων. ἐν μὲν οὖν ταῖς ἐνδοξοτέραις [*](93) ἐπὶ πλέον διατριπτέον, ἐν δὲ ταῖς ἀδόξοις ἐπʼ ἔλαττον· ὁ μέντοι τόπος ἀναγκαιότατος πρὸς ἔπαινον πόλεων ῥήτορι πανταχῆ. αὐτῶν δὲ τούτων τῶν αἰτιῶν μυθώδεις μὲν αἱ θεῖαι καὶ ἡρωῖκαί, πιθανώτεραι δὲ αἱ ἀνθρωπικαί. τὰς μὲν τοίνυν ἀνθρωπικὰς αὐξητέον, τὰς δὲ ἡρωῖκὰς καὶ θείας καὶ πιστωτέον καὶ αὐξητέον. τοσαῦτά σοι καὶ περὶ τῆς τοῦ γένους ἐπιχειρήσεως ἔχομεν συμβαλέσθαι. τρίτον τοίνυν βιβλίον ἡμῖν γραφέσθω περὶ ἐπιτηδεύσεων καὶ πράξεων· καὶ γὰρ ἀπὸ τούτων δεῖν ἔφαμεν τὰς πόλεις ἐγκωμιάζειν.