Διαίρεσις τῶν ἐπιδεικτικῶν

Menander Rhetor

Menander Rhetor. Rhetores Graeci, Volume 3. Spengel, Leonard, editor. Leipzig: Teubner, 1856.

4 Οἱ τοίνυν ἀποπεμπτικοί εἰσιν, ὡς καὶ τοὔνομα δηλοῖ, τοῖς κλητικοῖς ὑπεναντίοι, ἐλάχιστον δὲ τοῦτο τὸ [*](140) εἶδος, καὶ παρὰ τοῖς ποιηταῖς μόνον εὑρίσκεται. ἐπιλέ- [*](38) γονται δὲ ἀποδημίαις θεῶν νομιζομέναις ἢ γινομέναις, οἷον Ἀπόλλωνος ἀποδημίαι τινὲς ὀνομάζονται παρὰ Δηλίοις καὶ Μιλησίοις, καὶ Ἀρτέμιδος παρὰ Ἀργείοις. εἰσὶ τοίνυν καὶ τῷ Βακχυλίδῃ ὕμνοι ἀποπεμπτικοί. ἀφορμὴ δʼ ὑποβέβληται τοῖς τοιούτοις ὕμνοις ἡ χώρα ἢν καταλείπει, καὶ πόλεις καὶ ἔθνη, καὶ πρὸς ἢν ἄπεισι πόλιν ὁμοίως ἢ χώραν, αἵ τε γραφαὶ τόπων, καὶ ὅσα τοιαῦτα. γινέσθω δὲ διʼ ἡδονῆς προῖὼν ὁ λόγος· δεῖ γὰρ μετὰ ἀνειμένης τινὸς ἁρμονίας καὶ εὐμενεστέρας προπέμπεσθαι. διατριβὴν δὲ ἐνδέχεται πλείονα, οὐχ ὥσπερ οἱ κλητικοί, ἐλάττονα. ἐν μὲν γὰρ τοῖς ὅτι τάχιστα ἡμῖν συνεῖναι τούς θεούς βουλόμεθα, ἐν δὲ τοῖς ὅτι βραδύτατα ἀπαλλάττεσθαι. ἀνάγκη δὲ γίνεσθαι καὶ τὴν εὐχὴν ἐπὶ ἐπανόδῳ καὶ ἐπιδημίᾳ δευτέρᾳ. ταῦτά σοι καὶ περὶ προπεμπτικῶν ὕμνων εἰρήσθω.

[*](141)

5 Περὶ τοίνυν τῶν φυσικῶν ἐφεξῆς ἂν εἴη, ὥσπερ [*](39) προεθέμεθα, λέγειν. πρῶτον τοίνυν τόδε περὶ αὐτῶν ῥητέον, ὅτι ἐλάχιστα μὲν τοῖς ἀφελεστέροις τὸ εἶδος ἁρμόττει, μάλιστα δὲ τοῖς ἐμψυχοτέροις καὶ μεγαλονουστέροις, ἔπειτα ὅτι ποιηταῖς μᾶλλον ἢ συγγραφεῦσιν ἢ

337
λογογράφοις ἢ πολιτικοῖς ἁρμόττουσιν. εἰσὶ δὲ τοιοῦτοι, ὅταν Ἀπόλλωνος ὕμνον λέγοντες ἥλιον αὐτὸν εἶναι φάσκωμεν, καὶ περὶ τοῦ ἡλίου τῆς φύσεως διαλεγώμεθα, καὶ περὶ Ἥρας ὅτι ἀήρ, καὶ Ζεὺς τὸ θερμόν· οἱ γὰρ τοιοῦτοι ὕμνοι φυσιολογικοί. καὶ χρῶνται δὲ [*](142) τῷ τοιούτῳ τρόπῳ Παρμενίδης τε καὶ Ἐμπεδοκλῆς ἀκριβῶς, κέχρηται δὲ καὶ ὁ Πλάτων· ἐν τῷ Φαίδρῳ γὰρ φυσιολογῶν ὅτι πάθος ἐστὶ τῆς ψυχῆς ὁ Ἔρως, ἀναπτεροποιεῖ [*](40) αὐτόν. αὐτῶν δὲ τῶν φυσπτκῶν οἱ μὲν ἐξηγηματικοί, οἱ δὲ ἐν βραχεῖ προαγόμενοι· πλεῖστον γὰρ διαφέρει, ὡς εἰδότα ἀναμιμνήσκειν συμμέτρως, ἢ ὅλως ἀγνοοῦντα διδάσκειν. Παρμενίδης μὲν γὰρ καὶ Ἐμπεδοκλῆς ἐξηγοῦνται, Πλάτων δὲ ἐν βραχυτάτοις ἀνυμνεῖ. ἔτι δὲ οἱ μὲν κατʼ αἰνίγματα, οἱ δὲ ἐκ τοῦ φανεροῦ προάγονται. κατʼ αἰνίγματα μέν, ὁποῖοί εἰσιν οἱ Πυθαγόρειοι φερόμενοι, ἐκ τοῦ φανεροῦ δὲ ὁποίους μικρῷ πρόσθεν ἐφάσκομεν. ὥσπερ δὲ καὶ αὐτῶν τῶν φυσιολογικῶν διαφορὰς ἐδείκνυμεν ταύτας οὔσας, οὕτω καὶ τῆς συμμετρίας διαφορὰς ὁριούμεθα. οἱ γὰρ κατʼ αἰνίγματα προιόντες βραχύτητα ἀπαιτοῦσιν, ἔτι δὲ οἱ καὶ μὴ διδασκαλικοὶ ἄλλως κεφαλαιωδέστεροι. οἱ δὲ ἕτεροι πλείστης καὶ μεγίστης διατριβῆς ἔχονται. ὁ γοῦν Πλάτων [*](143 41) ὕμνον τοῦ Παντὸς τὸν Τίμαιον καλεῖ ἐν τῷ Κριτίᾳ, καὶ οἱ φυσικώτεροι ποιηταί, ὧν ἐπεμινήσθημεν, πραγματείας ὅλας κατέθεντο. εὐχῆς δὲ οὐδέν τι πάνυ χρὴ ἐπὶ τούτων. ἐπιτηρεῖν δὲ χρὴ καὶ μὴ εἰς τὸν πολύν ὄχλον καὶ δῆμον ἐκφέρειν τούς τοιούτους ὕμνους· ἀπιθανώτεροι γὰρ καὶ καταγελαστικώτεροι τοῖς πολλοῖς φαίνονται.

Ἑρμηνεία δὲ καὶ πρὸς τὸν διθύραμβον ἀνελθεῖν μικρὸν διαφέρει· οὐ γάρ ἐστιν ὑπὲρ ὧν σεμνοτέρων ἅνθρωπος φθέγξαιτο.

338

6 Ἑξῆς ἂν εἴη περὶ τῶν μυθικῶν εἰπεῖν, οὓς ἔνιοι μὲν τοὺς αὐτοὺς εἶναι νομίζουσι τοῖς γενεαλογικοῖς, [*](42) ἔνιοι δὲ οὐχ οὕτως εἶναι νομίζουσι τοῖς γενεαλογικοῖς. [*](144) οἶ μέν γε νομίζοντες οὐδὲν διαφέρειν καὶ τὰς γενεαλο- γίας μύθους εἶναί φασιν, οἷον εἰ βούλει, ὅσα γε Ἀκουσίλεως καὶ Ἡσίοδος καὶ Ὀρφεὺς ἐν ταῖς θεογονίαις εἰρήκασιν. εἰσὶ μὲν γὰρ γενεαλογικαὶ αἵδε οὐδὲν ἧττον μυθικαί. τάδε δὲ οὖ φασιν οἱ διαφέρειν νομίζοντες, ὅτι καὶ χωρὶς τῶν γενεαλογικῶν εἰησάντινεςμυθικοὶ ὕμνοι, οἷον ὅτι Διόνυσος Ἰκαρίῳ ἐπεξενώθη, ἢ ὅτι ἐν Ζωστῆρι [*](145 43) τὴν ζώνην ἐλύσατο ἡ Λητώ, ὅτι ἡ Δημήτηρ παρὰ Κελεῷ ἐπεξενώθη, ἢ ὅσα ἕτερα τοιαῦτα. ταῦτα γὰρ καὶ γενεαλογίαν μὲν οὐδεμίαν εἴληφε, μυθικὴν δέ τινα ἄλλην ἱστορίαν. ἃ μέντοι ἀμφότεροι λέγοντες τὰ σφῶν αὐτῶν ἑκάτεροι νικᾶν ἀξιοῦσι, σχεδὸν ἀκήκοας, ἐμοὶ δὲ δοκεῖ κάλλιον ἐν ὅρῳ εἶναι ἀκριβῶς διελέσθαι. πάσας μὲν γὰρ γενεαλογίας καὶ πάντας ὕμνους τοὺς διὰ γενεαλογικῶν διὰ μυθικῶν περιστάσεων προάγεσθαι νομίζω, οὐ μὴν πάντας γε τοὺς μυθικοὺς διὰ γενεαλογίας, ὥστε τὸ μὲν τῶν μυθικῶν ὕμνων τὸ μέρος γενικώτερον ἂν εἴη, τὸ δὲ τῶν γενεαλογικῶν ἰδικώτερον. ταῦτά σοι περὶ διαφορὰς εἴρηται, ὑπὲρ δὲ τῶν μυθικῶν χωρὶς ἀποτέμνειν μὲν χρὴ λέγειν. φημὶ δὴ τὸ πρῶτον [*](44)μὲν μηδαμῶς μετέχειν αὐτοὺς φυσιολογίας, λέγω φανερᾶς· εἰ γάρ τις ἐγκεκρυμμένη καθʼ ὑπόνοιαν, ὥς [*](146) γε πολλὰ ἔχει τῶν θείων, οὐδὲν τοῦτό γε διαφέρει. ἔπειτα εἶναι τῷ ποιητῇ μὲν ἄλλα προσφόρους· ἡ γὰρ ἐξουσία καὶ τοῦ κατὰ σχολὴν λέγειν, καὶ τὸ περιστέλλειν τοῖς ποιητικοῖς κόσμοις καὶ ταῖς κατασκευαῖς οὔτε κόρον ουτε ἀηδίαν παρίστησι, (καίτοι οὐκ ἀγνοῶ ὡσαύτως ὅτι ἔνιοι τῶν ποιητῶν προσφέρουσι τὰς ἀκαίρους

339
διατριβάς ), συγγραφεῦσι δὲ ἢ λογοποιοῖς ἐλαχίστη ἐξουσία. γυμυοὶ δὲ οἱ μῦθοι τιθέμενοι σφόδρα λυποῦσι καὶ ἐνοχλοῦσι τὰς ἀκοάς. δεῖ τοίνυν ὅτι βραχυτάτοις ἀπαλλάττεσθαι. παραμυθίας οὑν προσακτέον καὶ πρὸς [*](45) συντομίαν καὶ πρὸς ἡδονήν, πρῶτον μὲν μὴ ἀπʼ εὐθείας πάντα εἰσάγειν, ἀλλὰ τὰ μὲν παραλιπεῖν λέγοντα, τὰ δὲ συγχωρεῖν, τὰ δὲ κατὰ συμπλοκὴν εἰσάγειν, τὰ δὲ προσποιεῖσθαι ἐξηγεῖσθαι, τὰ δὲ μὴ πιστεύειν μηδὲ ἀπιστεῖν. καὶ ὅλως οὐκ ἀπορήσεις μεθόδων, ἔν γε τοῦτο θεώρημα σώζων, ὡς διατριβὴ ἀπρόσφορος.

δὲ ἑρμηνεία, ὅπερ καὶ περὶ τῆς διατριβῆς ἔφαμεν, ἐπὶ ἐλάττονος ἐξουσίας γεγενήσθω, σώζουσα μὲν [*](147) τὸν ἐπιδεικτικὸν κόσμον, πολὺ δὲ τοῦ διθυράμβου ἀποβεβηκυῖα. γίγνοιτο δὲ τοιαύτη, εἰ τῷ Ἰσοκράτους [*](46) θεωρήματι χρησόμεθα, καὶ τὸ κάλλος καὶ τὴν σεμνότητα μὴ ἀπὸ τῶν ὀνομάτων μᾶλλον ἢ τῆς ἀρχαιότητος ἢ τοῦ μεγέθους θηρώμεθα, ἀλλʼ ἀπὸ τῆς ἁρμονίας καὶ τῶν σχημάτων, ἐπεὶ αὐτό γε τοῦτο, ὅ πάντες θρυλοῦσι, Δήμητρος γὰρ ἀφικομένης εἰς τὴν χώραν ἡμῶν καὶ τὰ ἐξῆς, τίς οὐκ οἶδεν, ὅτι τοῖς μὲν ὀνόμασιν ἐγγύς τοῦ πολιτικοῦ καθήκει, τῇ δὲ συνθέσει καὶ τῇ ἁρμονίᾳ καὶ τῷ σχήματι ὀλίγα καὶ λείπει ἔνια σεμνότερα εἶναι δοκεῖ; καὶ τὸ Τηρεῖ δὲ τῷ Πρόκνην τὴν Πανδίονος καὶ τὰ ἐξῆς τοῦ αὐτοῦ τύπου, εἰ [*](148) καὶ περὶ ἀνθρώπων εἴρηται. καὶ παρὰ Πλάτωνι, φήμη τις καὶ λόγος διαρρεῖ, ὡς ἄρα ὁ θεὸς οὗτος ὑπὸ μητρυιᾶς ο σης τῆς Ἥρας ἐκινήθη, καὶ πολλὰ παραδείγματα παρὰ τῷ Πλάτωνι, ὥστε εἰ σώζοις τὸ θεώρημα, φυλακτήριον ἔσται πρὸς ἀρετὴν λόγου. [*](47) ὅλως δὲ περὶ τῶν μυθικῶν τούτων ὕμνων περί τε ἔννοιαν καὶ ἑρμηνείαν ἐκεῖνο ἰστέον, ὅτι τῷ ἀξιώματι κατʼ ἄμφω τὸ μυθικὸν λεῖπον.

340

7 Περὶ δὲ τῶν γενεαλογικῶν ἓν μὲν ἤδη τοσοῦτον [*](149) εἴρηται, ὡς τοὺς αὐτοὺς ᾠήθησαν, ἐπὶ τῶν μυθικῶν, ἐν ᾧ καὶ τὴν διαφορὰν προσετίθεμεν· ἕτερον δὲ τοσοῦτον εἰρήσεται, ὡς ἔστι σπανίως ὕμνον εὑρεῖν θεῶν, ἐν ᾧ τὸ γενεαλογικὸν μόνον φέρεται, πλὴν εἰ μή τις ὑπολαμβάνοι τὰς θεογονίας ὕμνους εἶναι τῶν θεῶν, ἐν ᾧ [*](48) τὸ γενεαλογικὸν μόνον φέρεται ὡς τὰ πολλὰ δὲ ἢ τοῖς μυθικοῖς παρεμπλέκεται, ἢ ἄλλοις γε τῶν ὕμνων εἴδεσι καὶ ἑνὶ καὶ πλείοσι. γραῶδες γὰρ καὶ δεινῶς μειρακιῶδες, ὕμνον Διὸς προελόμενον πραγματείαν, μόνον γονὰς ἐκδέξασθαι. ἀλλʼ ἐπεὶ εὕρηται καὶ τοῦτο τὸ εἶδος τῶν ὕμνων παρὰ τοῖς ἀρχαίοις, καὶ ἤδη τινὲς καὶ Διονύσου γονὰς ὕμνησαν, καὶ Ἀπόλλωνος ἕτεροι, καὶ Ἀλκαῖος Ἡφαίστου, καὶ πάλιν Ἑρμοῦ, καὶ τοῦτʼ ἀποτετμήμεθα τὸ μέρος. χρὴ τοίνυν, εἰ μὲν παρεμπεπλεγμένον εἴη τοῖς ἄλλοις εἴδεσιν, εἰδέναι, ὅτι καὶ μῆκος προσίεται, εἰ δὲ καθʼ αὐτὸ εἴη τὸ μέρος, ὅτι βραχείας δεῖται διατριβῆς. ἔστι δὲ ὡς ποιητῇ μὲν καθʼ αὐτὸ μόνον τὸ εἶδος χρήσιμον, συγγραφεῖ δὲ οὐδέποτε. ὁ μὲν [*](150) γὰρ καὶ Χάριτας μαιευομένας, καὶ Ὥρας ὑποδεχομένας, καὶ τὰ τοιαῦτα πραγματεύεται, ὁ δʼ ἐπʼ ἀνάγκης ὅτι βραχύτατα ἐρεῖ.

[*](49)

Ἀρετὴ δʼ ἑρμηνείας ἐν τοῖς τοιούτοις καθαρότης, καὶ τὸ ἀπροσκορὲς γένοιτʼ ἂν ἐν ποιήσει ἐκ συμμεετρίας τῶν περιφράσεων, ἐν δὲ τῇ συγγραφῇ ἐκ τῆς ποικιλίας τῶν κώλων. παρέσχετο δὲ τὴν μὲν ἐν ποιήσει ἀρετὴν Ἡσίοδος, καὶ γνοίη τις ἂν μᾶλλον, εἰ τοῖς Ὀρφέως παραθείη· τὴν δὲ ἐν τῇ συγγραφῇ πολλαχοῦ μὲν Πλάτων, πολλαχοῦ δὲ Ἡρόδοτος ἐν τοῖς Αἰγυπτιακοῖς.

8 Περὶ δὲ τῶν πεπλασμένων ταῦτα ἰστέον, πρῶτον

341
μὲν ὅτι οὐκ ἂν γένοιντο περὶ τοὺς περιφανεῖς τῶν θεῶν ῥᾳδίως, καὶ ὧν αἱ γενέσεις καὶ δυνάμεις πρόδηλοι, ἀλλὰ περὶ τοὺς ἀφανεστέρους ὡς τὰ πολλὰ θεούς καὶ δαίμονας, οἷον καὶ περὶ τὸν Ἔρωτα ὁ λάτων ποτὲ μὲν ὡς πρὸ γῆς ἐγένετο, ποτὲ δὲ ὡς Ἀφροδίτης ἐστὶ παῖς, πάλιν δὲ πεπλασμένος ὕστερον Πόρου καὶ Πενίας, καὶ, [*](151 50) πάλιν ὁ Παυσανίας, ὅτι τῇ τέχνῃ τῇ ἰατρικῇ ἐφέστηκεν ἡ δύναμις τοῦ Ἔρωτος, καὶ Ἀριστοφάνης, ὅτι συνάγει τὰ ἡμίτομα τῶν σωμάτων, τούτους γὰρ τοὺς ὕμνους ποικίλως σφόδρα πλάσας, τοὺς μὲν περὶ φύσιν, τοὺς δὲ περὶ δύναμιν, τοὺς δὲ περὶ γένος. ἥκει καὶ αὕτη ἡ ἐξουσία παρὰ τῶν ποιητῶν, παρὰ τοῖς συγγραφεῦσιν. Ἄρεως μὲν γὰρ θεράποντας Δειμὸν καὶ Φόβον ἀναπλάττουσι, τοῦ δὲ Φόβου τὴν Φυγὴν φίλην, καὶ [*](51) τοῦ Θανάτου τὸν Ὕπνον ἀδελφόν· ἤδη δὲ καὶ ἡμεῖς τὸν Λόγον τοῦ Διὸς ἀδελφὸν ἀνεπλάσαμεν, ὡς ἐν ἠθικῇ [*](152) συνόψει.

Ἃ τοίνυν χρὴ ἐν τοῖς πεπλασμένοις τῶν ὔμινων διορᾶν, ἔχοιτε ἂν λέγειν. φυλακτέον γὰρ πρῶτον μὲν μὴ ἀπηρτημένους ἀλλὰ συνεχεῖς πλάττειν, εἴη δʼ ἂν τὸ τοιοῦτο σωζόμενον, εἰ ἀπʼ αὐτῶν λαμβάνοιτο ἡ πλάσις, καὶ μὴ ἀνακεχωρηκυῖα εἴη. ἔπειτα μὴ ἀηδῶς, ἀλλὰ στωμύλως καὶ γλαφυρῶς ἀναπλάττειν, οἷον Μούσας Μνημοσύνης παῖδας, ἢ ὅσα τοιαῦτα. ἔνιαι γὰρ τοῦ ἀκοῦσαι ἀηδεῖς, οἷον ὅτι ἐκ τῆς κεφαλῆς τοῦ Διὸς ἀνέδραμεν ἡ Ἀθηνᾶ. μὴ γὰρ τοῦτο, εἰ καθʼ ὑπόνοιαν εἴρηται, καὶ πρὸς ἄλλο τι ἔχει ὀρθῶς, ἀλλʼ ὅτι ἀηδῶς πέπλασται. ἔπειτα δὲ πίστεις λαμβάνειν ἀπὸ τῶν ἀληθῶν, ἐν οἷς ἂν ψευδώμεθα, ὡς καὶ ἡμεῖς πεποιήκαμεν, πολλάκις δὲ καὶ ὁ Ὅμηρος. ἔτι δεῖ καὶ τοὺς πεπλασμένους ὕμνους ἑαυτοῖς εἶναι συμφώνους, καὶ μὴ ἐναντιούμενα ἢ μαχόμενα ἐφέλκεσθαι, ὥσπερ ἐν ἐκείνῳ τῷ

342
μύθῳ, ὅτι Ζεὺς πρὸ πάντων ἐγένετο καὶ θεῶν ἀπάντων [*](153) ἐστὶ πατήρ, καὶ τὴν Θέμιν οὖσαν τοῦ Κρόνου τὸ παλαιὸν γυναῖκα ἠγάγετο. ἦν μὲν γὰρ πρὸ πάντων καὶ Θέμιδος· εἰ δʼ ἦν πρὸ Διὸς Θέμις, οὐ πρὸ πάντων. ἔτι πρὸς τούτῳ φυλακτέον ἐν τοῖς πεπλασμένοις ὕμνοις τὸ μῆκος καὶ τὴν περιεργίαν. ἤδη γάρ τινες τῶν νεωτέρων, ἀναπλάσαντες δαίμονά τινα νέον Ζηλοτυπίαν, κρήδεμνον μὲν αὐτῇ Φθόνον προσέθεσαν, ζώνην δʼ οὖ Ἔριν. καὶ μάλιστα ὁ Παυσανίας ἐπιφορὰς ἔχει πρὸς τὴν κατὰ μέρος ταύτην περιεργίαν. ἔστι δὲ καὶ ἑνῶσαι ἀρχαῖον καὶ νέον ἐν ποιήσει μέν, μάλιστα δὲ ἐν συγγραφῇ.

[*](154)

Τὴν ἑρμηνείαν δὲ προσάξεις τοῖς τοιούτοις ὕμνοις πρὸς τὰ πράγματα ὁρῶν, εἰ μὲν ἀνθρώπινόν τι ἀναπλάττοις, ἀφελεστέραν καὶ κομψοτέραν, λέγω δὲ ἀνθρώπινα, ὅσα οὐ παντάπασιν φρικώδη καὶ θεῖα, οἷον Πενίαν καὶ Ἀγρυπνίαν, καὶ ὅσα τοιαῦτα. εἰ δὲ ἀνα- [*](53) πλάττοις τι θεῖον, ὅπως καὶ τὴν ἑρμηνείαν σεμνοτέραν προσάξεις. χρὴ δὲ εἰδέναι, ὅτι γονιμώτατος καὶ ἐπινοίας ἐστὶ σημεῖον ὁ τοιοῦτος ὕμνος.

9 Οἱ δὲ ἀπευκτικοὶ καὶ προσευκτικοὶ ὕμνοι σχεδὸν μέν, ὥσπερ ἐφάσκομεν, πᾶσι τοῖς προειρημένοις εἰσὶν ἀναπεπλεγμένοι, ἢ τοῖς γε πλείστοις αὐτῶν. ἅπαντες γὰρ ἀνυμνοῦντες τοὺς θεοὺς εἰς εὐχὰς ἐγκλείουσι τοὺς λόγους. ἤδη δέ τινες καὶ ἀποτόμως κατὰ τὰ αὐτὰ γεγόνασιν, ἀπευκτικὸς μὲν ὁ τοιοῦτος [*](155)

  • Ζεῦ κύδιστε μέγιστε, κελαινεφές, αἰθέρι ναίων,
  • μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν.
  • προσευκτικὸς δὲ
    343
  • κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥτε μοι αἰεὶ
  • ἐν πάντεσσι πόνοισι παρίστασαι.
  • καὶ παρὰ Πλάτωνι, ὦ φίλε Πᾶν καὶ ὅσα ἐν τῷ Φαίδρῳ [*](54) εὔχεται. δεῖ δὲ τοὺς τοιούτους ὕμνους μὴ κατακόρους εἶναι. τὰς μὲν γὰρ εὐχὰς δικαίας εἶναι χρή, καὶ ἀπευχὰς δικαίας οὔσας καὶ ἁπλᾶς εἶναι, μὴ τὸ δεῖνα γενέσθαι, εἶναι δὲ ἁπᾶς καὶ βραχείας, ἔτι δὲ οὐ διδάσκειν τοὺς θεούς, ἀλλʼ αἰτεῖν ἅπερ ἀκριβῶς ἴσασιν. ἔτι δὲ καὶ πάσας εὐχὰς καὶ συγγραφέων ἐπιὼν τὰς αἰτίας εἰς τοὺς πολίτας βραχείας οὔσας εὑρήσεις. ἤδη δὲ καὶ εἰς τοὺς πολιτικοὺς τὸ μέρος τοῦτο τῶν ὕμνων κατῆλθε, πλήν γε ὅσαι ἐπιμαρτυρίαι· τὸ γάρ πρῶτον μὲν ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς [*](156) εὔχομαι καὶ τὰ ἑξῆς, καὶ τὸ καλ ῶ δὲ τὸν Ἀπόλλω τὸν Πύ θιον, τῶν εὐκτικῶν καὶ ἀπευκτικῶν [*](55) ὕμνων μετείληφεν ἴχνη.

    Οὐκ ἀγνοῶ δὲ ὅτι ἀπορητικούς τινες τεθείκασι καὶ διαπορητικοὺς καθʼ ἕκαστον τῶν μερῶν, οἳ διηπόρηω περὶ γενεαλογίαν, περὶ Ἔρωτος εὐθύς, εἴτε ἐκ χάους ἐγένετο, εἴτε ἐξ Ἀφροδίτης, καὶ πολλὰ τοιαῦτα. καὶ πάλιν περὶ δύναμιν, εἴτε ἀνθρώπινα πράγματα καὶ διοικήσεις, εἴτε θεῖαι. καὶ συνορᾷς δὴ τοῦτο τὸ εἶδος, ὅ φημι, πᾶν, ἀλλὰ τὸν τοιοῦτον ὕμνον τῷ μὲν σχήματι διαφέρειν φημί, τῇ δὲ φύσει τὸν αὐτὸν εἶναι ἐκείνων ἑκάστῳ, ὥσπερ καὶ τὴν Τύχην Σοφοκλῆς ὕμνησε, διαπορῶν ὑμνεῖ.

    Ἔφην δὲ γενέσθαι τινὰς ὕμνους καὶ ἐξ ὁμοίου τούτων [*](56) ἀπάντων ἢ τῶν πλείστων συντεθέντων, οἵπερ εἰσὶ [*](157) καὶ τελειότατοι ἔπαινοι, καἲ μάλιστα τοῖς συγγραφεῦσι πρέποντες· τῷ μὲν γὰρ ποιητῇ ἐξαρκεῖ καὶ μέρος τι ἀπολαβόντι καὶ κατακοσμήσαντι τῇ ποιητικῇ κατασκευῇ πεπαῦσθαι, ὁ δὲ συγγραφσὺς πειράσεται διὰ πάντων

    344
    ἐλθεῖν. χαριέστατον δὲ τῶν τοιούτων μέρος παρέσχηται ἐν τοῖς Μαντευτοῖς Ἀριστείδης. οὗτος γὰρ τὸν Ἀσκληπιὸν καὶ τὴν Ὑγίειαν συγγέγραφεν οὐκέτι μοι ὡς ἐπαίνων ἀνθρωπίνην περιέργειαν ἔχοντας.

    Τὸ μὲν δὴ περὶ τῶν εἰς τούς θεούς βιβλίον τέλος [*](57) εἴληφεν ἡμῖν, ἐξ ὧν ἡγούμεθα καὶ ποιητὰς καὶ συγγραφέας καὶ ῥήτορας πάντας ἀνυμνεῖν θεούς ἐντέχνως, καὶ ὅπως καὶ ἐν ὁποίοις καιροῖς. ἐφεξῆς δʼ ἂν εἴη περὶ [*](158) χώρας καὶ πόλεως ἐπαίνων εἰπεῖν· οὕτως γὰρ καὶ εἰς τοὺς τόμους ἀνάγκη γεγένηται. καὶ πρῶτον περὶ τῶν τῆς χώρας ἐγκωμίων, οὐχ ὡς ἀποτόμως περί τινος ἐγκωμιάσαντος χώραν ἄνευ πόλεως, ἀλλʼ ἐν τοῖς τῶν πόλεων ἐγκωμίοις καὶ τῶν περὶ χώραν ἐπαίνων παραλαμβανομένων.