Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἀλλʼ ὁ μὲν ἀλγύνει ψυχὴν καὶ σῶμα βρότειον,
- ἡ Παφίη δὲ πικρὴ καὶ βάσκανός ἐστʼ ἐπὶ λέκτροις.
- Ἑρμῆς καὶ Παφίη ἰδίαις μοίρῃσι ταπεινοὶ
- ξυρομένους κεφαλὰς μίμους ὄχλοισι γελοίων --- [*](18)
- Οὐ καλός ἐστιν Ἄρης καὶ ἐπεμβαίνων Ἀφροδίτῃ·
- ζήλους γὰρ τεύχει φοβερούς, καὶ φάρμακα δεινά,
- καὶ κρύφιμα στομάχων ἀλγήματα καὶ νόσον ἄρθρων. [*](19)
- Ἥμερός ἐστιν Ἄρης ἐπὶ τὸν Δία πάντοτʼ ἄκεντρος. [*](20)
- Αὐξιφαὴς δʼ ἀγαθὴ κατὰ πάντα πέφυκε Σελήνη,
- ἢν φεύγουσα Κρόνον ἐπὶ τὸν Δία πρῶτονἵκηται·
- καὶ λείπουσα καλή, ὁπότʼ ἂν Παφίῃ συνοδεύῃ·
- μεῖον δʼ ἢ μεῖζον μεστὴ πρὸς Ἄρηα κακίστη.
- Πλησιφαὴς Μήνη ἐπὶ τὸν Κρόνον ἐστὶν ἀρίστη·
- πλοῦτον γὰρ πουλὺν παρέχει, ἀλλ’ οὐκ ἐπὶ δόξῃ. [*](21)
- Πλησιφαὴς δʼ ἀκτῖσιν ἀπορρείουσα Κρόνοιο
- ψυχαῖς πλαζομένους, ἐξισταμένους διανοίης,
- σαρκῶν ἐξ ἰδίων ἀπογευομένους, ἱεροῖσιν
- θυμῷ μορμύροντας ἐπίψογον εἰς νόσου ὀργήν,
- βωμολόχους θʼ ἱερεῖς, τιμαῖς θείῃσι προφήτας. [*](22)
- Ἠέλιον Μήνη ὁπότʼ ἂν συναφῇσι καθεύροι,
104
[*](17)