Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀρχῇσιν πλοῦτον παρέχει πενίην ἐπάγουσα·
  2. οὐκ ἰδικὴν γὰρ ἔχει φάσιν ἡ θεός, ἀλλά τινʼ αὐγὴν
  3. χείρονʼ ἀπʼ Ἠελίοιο δανείζεται, οὐ μόνιμον φῶς·
  4. Μήνη δʼ ὡς σχομένη περ ἀπώλεσεν, ὅσσον ἕλῃσιν,
  5. 105
  6. οὕτω καὶ πλούτῳ πενίην ἐπέθηκε φέρουσα,
  7. ἀντιτύπῳ νεμέσει ἀποδωκαμένη τὸ δάνειον.
  8. [*](23)
  9. Σύνδεσμος Μήνης ὀλοώτατός ἐστι βροτοῖσιν·
  10. κἢν λύσῃ δὲ φάσιν τὰ τελέσματά γʼ, οὗτος ἔφυσεν
  11. πτωχόν, χερνήτην ταλαπείριον ἠδέ τʼ ἀλήτην.
  12. [*](24)
  13. Ἠελίου κέντροισιν Ἄρης διάμετρος ὑπάρχων
  14. τέκνοις καὶ γενέτῃσι μάχας ἡδʼ ἄστατον ὀργήν·
  15. καὶ διάμετρος Ἄρης εὑρὼν μοίρῃσι Σελήνην,
  16. δεσμά, βρόχους, εἰρκτάς, πολέμους, ἀσχήμονα θωήν·
  17. ἢν δʼ ἀπόκεντρος Ἄρης μοιρῶν ἰδίων διάμετρος,
  18. μιμηλὰς τέχνας, καμάτους πυρὸς ἠδὲ σιδήρου·
  19. καὶ Παφίῃ διάμμετρος Ἄρης οὐ σώφρονα μοιχόν. [*](25)---
  20. καμπτομένοις ζώοις ὅτʼ ἂν εὐρήσῃς ποτὲ φῶτα,
  21. Ἑρμείαν σκέπτου, | μεθοδεύεται εἰ τό τʼ ἐκεῖνος 139
  22. σχήματι τῆς Παφίης· | θηλυνόμενος γὰρ ἐκεῖνος 138
  23. κοσμεῖτʼ ἀρσενόθηλυς ἐὼν πέπλοισι γυναικῶν,