Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- Ἐξ ἀδύτων Ἱερῶν βίβλων, βασιλεῦ Πτολεμαῖε,
- καὶ κρυφίμων στηλῶν, ἃς ἤρατο πάνσοφος Ἑρμῆς
- σύμβουλον πινυτῆς σοφίης Ἀσκληπιὸν εὑρών,
- οὐρανίων τʼ ἄστρων ἰδίαις ἐχάραξε προνοίαις
- ἀντιτύπῳ κηρῷ ἀπομαξάμενος, κεκόμισται
- ἀνθολόγου μούσης βλύζον δώρημα μελισσῶν,
- ᾗ διὰ νύκτα μέλαιναν ὑπʼ οὐρανίων χοροῦ ἄστρων
- μοιραίοισι μίτοισι λάλον τὸ μάθημα καθεῦρον·
- οὐ γάρ τις τοίης σοφίης ἔτʼ ἐμήσατο κῦδος,
- ἢ μοῦνος Πετόσιρις, ἐμοὶ πολὺ φίλτατος ἀνήρ·
- οὐ βαιὸς κάματος δʼ οὗτος, Πτολεμαῖε, πέφυκεν.
- Ἀνθρώπων γενέσεις, ἃς ἤραρε μυρίος αἰών,
- ἐκ στομάτων ἱερῶν ὁ σοφώτατος εἶπεν Ὅμηρος
- χείλεσιν ἀμβροσίοις καὶ νεκταρέῃ διανοίῃ
- „φύλλα, τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη
- τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίνεται ὥρη·
- ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει, ἡ δʼ ἀπολήγει.·
- „μοῖραν δʼ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
- οὐ κακόν, οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.“
- „ἀλλὰ τίη μοι ταῦτα φίλος διελέξατο θυμός;“
100