Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. μύθοις οὐρανίοισι φέρων παρέθηκʼ ἀγελαῖα,
  2. χάλκεα χρυσείοισιν, ἐπεὶ καὶ δόγματα θεῖα
  3. οἷα κόχλῳ χρυσὸς περικείμενός ἐσθ’, ὁ δὲ χρυσὸς
  4. κοσμεῖται κοχλίδεσσιν ἁλὸς περιπορφυρούσαις.
  5. Ἐν πᾶσιν μύθοις καὶ τῇ ἰδίῃ διανοίῃ
  6. εἴρηται πραπίδων κάματος εὐσυνθέτῳ ἔργῳ.
  7. Ὥρῃ ἀκριβοῦται δὲ βροτοῖσι τὰ δόγματα θεῖα,
  8. ἢν δʼ ὥρην ψεύσῃ τι, συνεξώλισθεν ἅπαντα.
  9. [*](1)
  10. Ἀστέρες ἑπτὰ θεοὶ μὲν ἀνʼ οὐρανοῦ ἠέρα πουλύν,
  11. οἳ ζώνας κατέχουσιν ἄνω τὰς ἑπτὰ πόλοιο,
  12. αἰῶνός τε γένος καὶ ῥίζα φύσεως πολυμόρφου,
  13. ζωδιακοῦ κύκλου σφαίρωμʼ ἄνα καγχαλόωσιν
  14. εἰν ἰδίοις ὁρίοις ὑψώμασιν ἠδέ τʼ ἐν οἴκοις·
  15. Ζεύς, Ἄρης, Παφίη, Μήνη, Κρόνος, Ἥλιος, Ἑρμῆς.---
  16. [*](2)
  17. ἐν συνόδῳ, βασιλεῦ, μεγάλους παρέχει βασιλῆας·
  18. αὐτίκα δʼ ἐν συνόδῳ Μακεδὼν βασιλεὺς ἐγενήθη,
  19. ὅν πινυταῖς πραπίδεσσιν ὁμοῦ σκήπτροις ἀνέδειξαν·
  20. 101
  21. καὶ σὺ δέ γʼ ἐν συνόδῳ, ἀλλ’ οὐκ αὐτῇ ἐνὶ ὥρῃ.
  22. Ἠέλιος σατράπας μεσσουρανέων ἐπιδείξει,
  23. καὶ στρατιῆς Ἄρης ἡγήτορας οἷς ἐνὶ οἴκοις,