Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. μαντοσύνῃ γὰρ τοίῃ ἀεὶ χόλος ἐκ βασιλήων
  2. ἕσπεται, ὅντε χρεὼ σοφὸν ἀνέρα τῇδʼ ἀλεεῖναι·
  3. τῷ δὴ τόνδε γε μῦθον ἔχων ἂρρητον ἐάσω.
  4. Αὐτὰρ νειατίην ἐλάων περὶ νύσσαν ἀοιδὴν
  5. ἤδη χἠμετέρης γενέθλης μεμνήσομαι ἄστρων,
  6. ἧχι πέλε, ζώοισί τʼ ἐν οἷς ὥρη πέλʼ ἐκείνη,
  7. τῇ μʼ ἀπὸ γαστρὸς ἔφηνε πολύλλιτος Εἰλείθυια,
  8. 62
  9. ὄφρα καὶ ὑστατίοισιν ἐπʼ αἰώνεσσι δαέντες
  10. πείθωνται, τάτ’ ἐμοὶ δωρήσατο Μοῖρα δεδάσθαι
  11. ἄστρων ἰδμοσύνην τε καὶ ἱμερόεσσαν ἀοιδήν.
  12. Ἠέλιος μὲν ἔην Διδύμοις, τῷ δʼ οὖθ’ ἅμα καλὴ
  13. Κύπρις καὶ Φαέθων ἐρατὸς καὶ χρύσεος Ἑρμῆς
  14. Ὑδροχόῳ δὲ Σεληναίη Φαίνων τε καθʼ ὥρης,
  15. πουλυπόδῃ δʼ Ἄρης ἐν Καρκίνῳ, ἀμφὶ δὲ μέσσον
  16. οὐρανὸν ἐστρωφᾶτο βέλος Κένταυρος ἀνέλκων·
  17. τὼς μὲν ἐμὴν γενέθλην Μοῖραι διετεκμήραντο.
  18. Αὐτὰρ ἐγὼ Μούσῃσι καὶ αἰθερίοισιν ἅμʼ ἄστροις
  19. εὐξάμενος λιγύν ὕμνον ἐμὴν καταπαύσω ἀοιδήν·
  20. ἀστέρες εὐφεγγεῖς, Διὸς αἰγιόχου τε θύγατρες,
  21. ἵλατε καὶ κλέος αἰὲν ἐμῇ πορσύνετʼ ἀοιδῇ.