Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. δηθάκι καὶ σφετέρου πιπρησκομένους ὑπὸ πατρός.
  2. εἰ δὲ καὶ Ἠέλιος τοῖσίν γʼ ἐπιμάρτυρος εἴη,
  3. καὶ δεσμοὺς ὀτλεῦσι κακῇ ὑπὸ δαίμονος ἄτῃ.
  4. Ἄστρων μὲν δὴ τοῖα καὶ ὁππόσα τοῖσιν ἔοικεν
  5. σχήματα δυσγενέων δμώων τεύχει λυγρὰ φῦλα.
  6. Αὐτὰρ ἐγὼ μάλα μὲν πυκιναῖς πραπίσιν δεδάηκα ---
  7. γαστέρος ἐκπροφέρωσι μογοστόκοι Εἰλείθυιαι.
  8. ἀλλʼ οὔ κʼ ἀσφαλέως τις ἀείδοι τήνδε γʼ ἀοιδήν·
  9. μαντοσύνῃ γὰρ τοίῃ ἀεὶ χόλος ἐκ βασιλήων
  10. ἕσπεται, ὅντε χρεὼ σοφὸν ἀνέρα τῇδʼ ἀλεεῖναι·
  11. τῷ δὴ τόνδε γε μῦθον ἔχων ἂρρητον ἐάσω.
  12. Αὐτὰρ νειατίην ἐλάων περὶ νύσσαν ἀοιδὴν
  13. ἤδη χἠμετέρης γενέθλης μεμνήσομαι ἄστρων,
  14. ἧχι πέλε, ζώοισί τʼ ἐν οἷς ὥρη πέλʼ ἐκείνη,