Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. δερκομένου ἑτέροιο, γονὴν δούλειον ἔτευξαν.
  2. ὁππότε δʼ ἂν κέντρων ἐρατὴ κλινθεῖσα Σελήνη
  3. εὐεργῶν μηδʼ ὅσσον ἔχῃ ἐπιμάρτυρον ἄστρων,
  4. οἱ δʼ ὀλοοὶ Φαίνων τε καὶ Ἄρης ἠὲ καθʼ ὥρης·
  5. ἐμβεβαῶτες ὁρῶνται ἢ ὡρονόμῳ τετράγωνοι
  6. ἠὲ τρίγωνοι ἔωσιν, ἐλευθερίης τότε θνητοὶ
  7. παυσάμενοι δούλειον ὑπὸ ζυγὸν ἄφνω ἄγονται.
  8. δμῶες δʼ αὖτʼ ἐγένοντο, καὶ ὁππότε φάεα δοῖο
  9. Μήνης καὶ Τιτῆνος ἀποκλίνωσʼ ἀπὸ κέντρου,
  10. συναφὴν τεύχωσʼ ὀλοεργέσιν ἀστράσιν οἵδε,
  11. μὴ Διὸς οὖ λεύσσοντος ἢ ἁβροκόμοιο Κυθήρης.
  12. εὖτ’ ἂν δʼ ὡρονόμῳ Φαίνων Κύπρις τʼ ἰσόμοιροι
  13. ἐμβεβαῶτες ὁρῶνται, ἀεὶ θεράποντας ἔθηκαν
  14. οὐχ ἑνός, ἄλλοτε δʼ ἄλλῳ ὑποδρήσσοντας ἄνακτι,