Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. εἴκελα κἤν Πυρόεντος ὁμοῦ Μήνῃ ὑπὲρ ὥρης
  2. τελλομένου ἕτερον Φαέθων δύνῃ κατὰ κέντρον.
  3. Ἑρμῆς δʼ ὡρονομῶν σύν τε Κρόνῳ ἀντιπέρηθεν
  4. δύνοντος Ζηνὸς πραπίδων νόον ἠμάλδυνεν,
  5. ἂφρονά τʼ ἐξετέλεσσʼ ἀποφώλια μητιόωντα.
  6. Μήνης δʼ ἐν φθινύθοντι φάει πρόδυσιν κατὰ πάντα
  7. 56
  8. Ἠελίου μέτα παμφεγγοῦς, ἑτέρων δʼ ἐπιόντων
  9. δυομένῳ κέντρῳ, μάλα δὴ φράζεσθαι ἄνωγα·
  10. οἱ μὲν γάρ τʼ ὀλοοὶ κῆρας καὶ δείματʼ ἄγουσιν
  11. εἰδώλων τε βροτοῖς ἰνδάλματα δαίμοσιν ἶσα,
  12. καὶ ζαθέαις ὀμφῇσι κλειζομένους ἀνέφηναν.
  13. ὣς δὲ καί, ἢν Φαέθων Ἄρην δύνοντα διώκῃ
  14. ἐξόπιθʼ ἑσπόμενος, λύσσαν μανίας τʼ ἐπιβάλλει.
  15. ὁππότε δʼ ὡρονομῇ μὲν Ἄρης, δύνῃ δὲ Σελήνη
  16. ἀμφί τε κυρτωθεῖσα φανῇ Φαίνο ντος ὅροισιν,
  17. τῆμος ἄρʼ αἴσχιστοι φύντες θνητοὶ περὶ μορφὴν
  18. ὀξέα δινωτοὺς στέρνοις φορέουσιν ἔπʼ ὤμους.
  19. σὺν δὲ Κρόν ῳ βαίνουσαν ἐπὴν Κυθέρειαν ἀθρήσῃ
  20. Ἄρης ἢ τετράγωνος ἢ ἀντιπέρηθε βεβηκώς,
  21. μήδεʼ ἀποτμήγοντες ἐφημέρου εἵνεκα φορβῆς