Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ἀλλὰ γὰρ οὔτις θνητὸς ἐὼν πάσας κε δύναιτο
  2. πρήξιας ἢ τέχνας εἰπεῖν, ὅσσας μερόπεσσιν
  3. ἀστέρες ἐν σφετέροισιν ἐμοιρήσαντο δρόμοισιν.
  4. ἐξείης δʼ ἄρʼ ἔπειτα σίνη περὶ σώματα θνητοῖς
  5. ὁππόσʼ ἐπεκλώσαντο καὶ ὁπποίας κατʼ ἀταρπούς,
  6. ἐξερέω μάλα παῦρʼ, ἐπεὶ οὔτινα φῶτʼ ἐνὶ τόσσοις
  7. ἀσκηθῆ καὶ ἄνουσον ἄχρις θανάτοιό κʼ ἐφεύροις.
  8. εὖτʼ ἂν δὴ ζώῳ Πυρόεις ἐπιόντι βεβηκὼς
  9. ἀμφοτέροις σελάεσσιν ὁμοῦ βεβαῶσιν ἕπηται,
  10. ὀφθαλμῶν σέλας ἀμφοτέρων ἢμερσε βροτοῖσιν·
  11. ἤν δὲ Σεληναίῃ μούνῃ τῆμος σέλας ἁγνὸν
  12. ληγούσῃ, ἑτέροιο φάος κανθοῖο σινώσει·
  13. τοῦτο δὲ καὶ δυνούσῃ ἐπερχόμενος πάθος ἔρδει.
  14. ἢν δύνοντα δʼ Ἄρην κατίδῃ Κρόνος ἠὲ καὶ Ἑρμὴς,
  15. ἢ μανίην ἢ νοῦσον ὀρίνουσιν βροτῷ ἱρήν.
  16. ὣς δὲ καί, ἢν Φαέθων δύνῃ, ὥρην δʼ ἐφέπωσιν
  17. Ἑρμῆς καὶ Πυρόεις, μανίην πραπίδων τελέουσιν.
  18. ναὶ μὴν καὶ Τιτνῆνος ἀνερχομένου ἅμα Μήν ῃ
  19. ἐκ περάτης δύνοντες ὁμοῦ Φαίων τε καὶ Ἄρης
  20. λυσσήρεις πινυτοῦ τε νόου παραπλῆγας ἔτευξαν.