Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- Ἄρης καὶ Φαίνων ὑπὲρ ὡρονόμοιο βεβῶτες
- λεύσσουσʼ ἐς δύσιν ἑλκομένην ἐριφεγγέα Μήνην,
- μήτε Σεληναίην μήτʼ οὖν ὥρην καθορώντων
- Φωσφ όρου ἢ Ζηνός· τοὶ γὰρ βίου εἰσὶ δοτῆρες.
- ὣς δʼ αὕτως ἀτροφεῖς καὶ ὅσοις ἔπι γεινομένοισιν
- ὡρονόμον διέπει Φαίνων, δῦνον δέ τε κέντρον
- Ἄρης, μήθʼ ὥρης ζῶον μήτʼ οὖν φάος ἁγνὸν
- Μήνης δερκομένου ληνὸς φυσιζόῳ αἴγλῃ.
- καὶ δὲ καί, ὁππότʼ ἂν ἠύκερων Πυρόεις διάμετρος
- ἀκτῖσιν Μήνην καθορᾷ, Φαίνων δὲ Σελήνῃ
- δεξιτερὴν ἱστῆται ἐπὶ πλευρὴν τετράγωνος
- ἀντολίην ἀπέχων τηλοῦ Ὑπερίονος αἴγλης,
- δὴ τότʼ ἀπʼ ὠδίνων καὶ γαστέρος ἐκπροθορόντες
- αὐτίκ ἄρ’ οἰωνοῖσιν ἕλωρ καὶ θηρσὶ γένοντο.
- ἤν δὲ Σεληναίη μὲν ἐφʼ ὡρονόμῳ ἐπιτέλλῃ,
- ἐν προτέρῳ δʼ ὥρης ζῴῳ Φαίνων προθέῃσιν,
- δαίμονα τόντε κακὸν πρότεροι φῶτες καλέσαντο,
- Ἄρης δʼ αὖτʼ ἐφέπηθʼ ὥρης κατόπισθε διώκων,
- μήτʼ οὖν Ἀφρογενοῦς μήτʼ εὐφεγγοῦς Φαέθοντος
- δερκομένων δείκηλον, ἐφʼ ᾧ Μήνη καθορᾶται,