Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- ἀστέρες ἐσ θ λοδόται ζωῆς δωτῆρες ἔασιν,
- ἤτοι ὑπὲρ κέντρων καὶ ὁμοῦ Μήν ῃ βεβαῶτες,
- ἢ σελάεσσ’ ἐπιδερκόμενοι Μήνην τε καὶ ὥρην,
- ἢ κέντρων κατόπισθεν ἐπʼ ἀμφοτέρῃσιν ἐόντων
- Φαίνοντος καὶ Ἄρηος, ἀπόστροφον ἀκτίνεσσιν
- βαινόντων σελάων τε καὶ ὥρης, ἠέ θʼ ἑοῖσιν
- σύμφωνον δρόμον ἐν ζώοις φίλιόν τʼ ἀνυόντων.
- παισὶν δʼ αὖ πᾶσιν, τοῖσιν ζωὴν πόρε Μοῖρα,
- ἀμφὶ τροφῆς μαζοῦ καὶ νηπιέης ἀλεγεινῆς
- ζῶ ον σημαίνει, τό κε δὴ Μήνης πέλας εἴη,
- ᾧ ἔνι δὴ κείνη τριτάτην ἐπινίσσεται ἠῶ.
- Τόσσα μὲν ἀμφὶ τροφῆς παί δων, πολέων ἄπο βαιά,
- ἥεισ’· ἐξείης δὲ γάμου πέρι νῦν ἐνέποιμι,
- ἀστέρες οἷον ἕκαστος ἀεὶ φαίνουσι κελεύθοις.
- εὖτʼ ἂν γεινομένοιο βροτοῦ Μήνη μὲν ἐπείη
- αἰπυτάτῳ κέντρῳ, Κυθέρη δʼ ὑπόγειος ὁρῆται,
- τῆμος ὁμογνήτοις γενεῆς τʼ ἄγχιστα συνεύνοις
- ζεύγνυνται, πολέσιν δʼ ὁμογάστριοι ἐς λέχος ἦλθον
- νύμφαι. τοῦτο δὲ δρῶσι, καὶ ὁπόταν Ἀφρογενείῃ
- Ἑρμείῃ τε θοῷ ξυνὴν ὁδὸν ἐξανύωσιν ---
40