Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀκτῖσι σφετέραις, Φαίνων δʼ ἐπιμάρτυρος εἴη.
  2. ἢν δὲ πέλῃ ἰσόμοιρος ἀριγνώτῳ Φαέθοντι, ---
  3. δείκηλον κατὰ ταὐτὸν ἴῃ, γάμος ἔπλετο τῆμος
  4. παρθενικῆς. ἶσον δὲ καὶ εἰ Ζεὺς μαρτυρίῃσιν
  5. Ἑρ μείην λεύσσῃ πλευρὴν ἰσόμοιρον ὁδεύων.
  6. Ἀφρογενὴς δὲ μεσουρανίου κλίνασʼ ἀπὸ κέντρου
  7. καὶ δισσοῖς σελάεσσιν ἀπόστροφον οἶμον ἰοῦσα
  8. ἀστασίας τεύχει ταραχήν τε γάμοις μετʼ ἀνίης.
  9. Φαίνων δʼ Ἑρμ είῃ τε συνὼν βλοσυρῇ τε Κυθήρῃ
  10. 41
  11. ἤτοι ἐπ’ οὐτιδαναῖς ἢ ἀνάξια μαχλοσύνῃσιν
  12. ἔργα μετερχομέναις ζυγίοις ἡρμόσσατο λέκτροις,
  13. πάμπαν θʼ ἡλικίῃσι νέαις ἢ πάγχυ γεραιαῖς.
  14. ἐσθλὴν δʼ οὖ φιλότητα γάμου πίστιν τε γυναικῶν
  15. ἀχράντοιο λέχους δῶκεν καλὴ Κυθέρεια,
  16. εὖτ’ ἂν ἀπʼ ἀκτίνων Ἄρεος πολιοῦ τε Κρόνοιο
  17. μίμνῃ ἀπήμαντος, κείνων φλογέῃσιν ὑπʼ αὐγαῖς
  18. ἀλλήλους ἐπιδερκομένων, αὐτὴ δʼ ἀγανῇσιν
  19. δέρκηται κερόεσσαν ὑπ’ ἀκτίνεσσι Σελήνην.
  20. ὁππότε δʼ Ἑρμείης τε καὶ Ἄρης καὶ Κυθέρεια
  21. μέσσου ὑπὲρ κέντρου ξυνὰς ἀνύωσι κελεύθους,