Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. λυγρὰ δʼ ἄρʼ ἥσσον ἔδωκε τριγώνοις φέγγεσι λεύσσων.
  2. σχήμασι δʼ οὔποτε τοῖσι δεδορκὼς Ἀφρογένειαν
  3. παρθενικὴν ἐπέτρεψεν ἅγειν ἐς δώματα νύμφην·
  4. δηθάκι δʼ ἀσπέρμους αὐτούς καὶ ἄπαιδας ἔτευξεν.
  5. 31
  6. ἢν δʼ ἄρα καὶ Πυρόεντʼ ἐπιμάρτυρα τοῖσδʼ ἐσαθρήσῃ,
  7. ἢ ὅγε καὶ Μήνην, εὐνούχους πάμπαν ἔθηκεν.
  8. Ἑρμείῃ δὲ συνὼν Φαίνων γλώσσης βλάβος ἔρδει,
  9. καὶ λαλιῆς ἐπέδησʼ, ἤν περ μὴ φοίνιος Ἄρης
  10. σύμφωνος κατιδὼν λύσῃ κακοεργέα λώβην.
  11. καὶ δὲ δίκας τετράγωνος ἐὼν κρίσιάς τʼ ἐπιπέμπει,
  12. καὶ πιναρὴν λασίην τε βροτοῖς ἐπεθρέψατο χαίτην.
  13. τὼς δʼ ἄρα καὶ διάμετροι. ἀτὰρ χαίρουσι τρίγωνοι,
  14. σχήμασι δʼ ἐν τούτοισιν ἀεὶ φιλομάντιας ἄνδρας
  15. καὶ βίβλων κρυφίμων μάλʼ ἐφιεμένους τελέουσιν.
  16. Ζεὺς δʼ Ἄρεϊ ξυνὴν μὲν ἰών ὁδὸν ἠὲ τρίγωνον
  17. ἡγεμόνας ῥέζει στρατιῆς νηῶν τε καὶ ἵππων
  18. καὶ πεζῶν, ποτὲ δʼ αὖ μεγάλους βασιλῆας ἔτευξεν,
  19. ἠὲ πάτρης προὔχοντας, ἢ ἐν δήμοισιν ἀρίστους.
  20. εἰ δʼ ἄρα μὴ πάμπαν μοίρης ἀγαθῆς τετύχοιεν,
  21. ἀλλʼ ἀστὴρ ἑτέρωθι νεμεσσήσῃ κακοεργός,