Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἢ πότʼ ἐν ἠερίοισιν ἄφνω κρημνοῖσιν ὄλοντο,
  2. ἢ βρόχον αἰπὺν ἀνῆψαν, ἢ ἐν πτώσει θαλάμοιο
  3. ὀστέα συνθλιφθέντες ἀίστως θυμὸν ὄλεσσαν.
  4. ὣς δὲ καὶ ἡμερίοις τὰ τελείεται, ἢν ὀλοῇσιν
  5. καὶ Μήν ην σφετέρῃσιν ὑπʼ ἀκτίνεσσι βάλωσιν.
  6. εἰ δʼ ἄρα τοι γενέθλῃ μὲν ἀρήγοιεν κλυτοὶ ἄλλοι
  7. ἀστέρες, οἵ δʼ ἄρα τοι μὴ φαίνοντες φορέοιντο,
  8. νείκεα καὶ κρίσιας θαμινὰς ἐπάγουσι βροτοῖσιν·
  9. ἢν δʼ ἀ γαθὸς κέντροιο κρατῇ, ὀλο ὸς δʼ ἀπόκεντρος,
  10. σχήματι συμφώνῳ καμάτων ἀπέλυσαν ἀπʼ αἰνῶν.
  11. πρηϋτέρας δὲ τρίγωνοι ἀεὶ τελέουσιν ἀνίας.
  12. Ἠέλιον δʼ ἐπιδερκόμενος τοίῃσιν ὑπʼ αὐγαῖς
  13. ἢ καὶ νυκτιπόλον Φαίνων λιποφεγγέα Μήνην
  14. ἐκ τοκέων δμώων αὐτοὺς ἔρδει θεράποντας·
  15. πολλάκι δʼ ὀφθαλμοῖσι σίνος λιποφεγγὲς ἔτευξεν,
  16. καὶ γονέας νούσοις ψυχμῷ καὶ βηχὶ χαλέπτει.
  17. Ἀφρογενεῖ δὲ συν ὼν Φαίνων ἡδʼ ἀντιπέρηθεν
  18. πρεσβυτέρας στείρας τʼ ἀλόχους καὶ ἀεικέας αἰνῶς
  19. δῶκεν. καὶ τετράγωνος ἀεὶ χαλεπὸς κυθερείῃ·
  20. δεινοὺς γάρ τε γάμους καὶ ἐυφροσύνης ἄτερ ἔρδει.