Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ζώοις δʼ ἐν τροπικοῖσι χερείονα τῶνδε τελοῦσιν.
  2. ταῦτα δὲ καὶ Παφίη τεύχει πάλιν ὡρονομοῦσα,
  3. εὖτʼ ἂν Ἄρης δύνῃ, πλέοσιν δʼ ἔτι καὶ συνοχῇσιν
  4. εἱρκτῇσίν τʼ ἐπέδησε γυναικείης ἕνεκʼ ἄτης·
  5. ὅσσα δʼ ἐπεκτήσαντο νέοι, τάδ’ ὄλεσσαν ἅπαντα
  6. ἐς γῆρας, πενίῃ δὲ κακῇ ἄλληκτα μογεῦσιν.
  7. εὖτ’ ἂν δʼ Ἑρμείης μὲν ἐπείγητʼ ἐς δύσιν ἐλθεῖν,
  8. ἐν δʼ ὥρῃ Θοῦρος φλογὶ μαρμαίρῃ κατέναντα,
  9. ὀξεῖς ἔν τε νόῳ καὶ μήδεσι θῆκεν ἀγητούς, 
  10. ἐσθλούς δʼ ἐν σοφίῃσιν, ἰδὲ δρηστῆρας ἐν ἔργοις.
  11. Ἑρμοῦ δʼ ἀντέλλοντος ἐπὴν Ἄρης πάλι δύνῃ,
  12. δεινὸν σχῆμα τέτυκται, ἐπεὶ βιότῳ μὲν ἀνίας,
  13. ἐν δʼ ἀγορῇ κρίσιας, θωήν θʼ ἅμα νείκεσι πολλοῖς
  14. ἴσχουσι γραπτῶν ἕνεκεν· Μήνην δʼ ἐσορῶντες
  15. καὶ δὲ καὶ Ἠλιον μερόπων τεύχουσι φονῆας,
  16. αἰεὶ δʼ ἔκπτωσιν βιότου τεύχουσι πρὸς οἴκους.
  17. ταῦτα δὲ καὶ δοιοῖς ἑτέροις τεύχουσιν ἐόντες
  18. ἀστέρες ἐν κέντροισιν, ὅσʼ αὐτίκα δὴ κατέλεξα.
  19. ὅσσα δὲ καὶ βασιλῆες ἀγακλειτοὶ τελέουσιν
  20. Ἠέλιος Μήνη τε, τάδʼ αὐτίκα νῦν καταλέξω.