Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- μαρμαίρουσα δʼ ἀπʼ ἀντολίης ἐρατὴ Κυ θέρεια
- δυόμ ενόν τʼ ἐσορῶσα πυρίγληνον Φαέθοντα
- ὄλβον κυδήεντα καὶ εὐκλέα φῆμιν ὄπασσεν,
- καὶ γάμου ἱμερόεντος ἐυφροσύνῃσιν ἰαίνει·
- τῆμος γὰρ σεμναί τʼ ἄλοχοι τίουσί τʼ ἀκοίτας.
- ἐξ ὥρης δʼ ἐσορῶν Ζεὺς Ἑρμείην κατέναντα
- κοσμεῖ μὲν πλούτῳ μύθοισί τε καὶ σοφίῃσιν,
- ἀσχολίην δʼ ὤπασσ’ ἀφένευς βασιληίου ἀμφίς, ---
- πολίων κλήρους καὶ κτήσιας ἀμφιέποντας.
- ὣς δʼ αὔτως Ἑρμης ὥρης ὕπερ ὁλκὸν ἀμείβων
- τεύχει ἐπʼ ὠκεανοῖο δύσιν Φαέθοντος ἰόντος
- εὐόλβους ἔργοις τε καὶ εὐκτεάνοισι τραπέζαις
- παίδων θʼ ἡγητῆρας ἢ αὐτῶν θῆκεν ἀνάκτων.
- ὥρῃ δʼ ἐμβεβαὼς Πυρόεις δυτικῷ παρεούσης
- Ἀφρογενοῦς κέντρῳ φθορέας λέκτρων ἀνέφηνεν
- ἀλλοτρίων, ἀλόχους δέ τʼὀπιπεύσαντες ἄγονται
- ἐξ εὐνῆς ἑτέρων· αἱ δʼ αὐτοὺς οὔτι τίουσιν,
- ἀλλὰ πόθοιο κορεσσάμεναι μάχλου τε κυθήρης
- αὖθις ἐπʼ ἄλλα μέλαθρα καὶ ἄλλους ἦλθον ὁμεύνους,
- πολλάκι δʼ αὐτοχερὶ σφετέρων ποσίων ἐδάμησαν·
28