Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- μητέρα κυδαίνει. δύνουσα δὲ τηλόθι πάτρης
- ἀλλοτρίην κατὰ γαῖαν ἀλωομένους θαμὰ πλάζει.
- ἐν δὲ με σου ρανίῳ νυκτὸς μὲν ἀρίστη ἐτύχθη,
- ἤματι δʼ αὖῦʼ ἥσσων· εἰ δʼ ἐσ θ λοδόται μιν ὁρῷεν,
- εὐκλείην πρήξεις τʼ ἀγαθὰς μερόπων ἐτέλεσσεν.
- ἐν δʼ ἄρʼ ὑποχθονίῳ κέντρῳ ἀ γαθ οὺς μὲν ὁρῶσα
- ἀστέρας ἐσθλὴ ἔφυ δώτειρά τε κευθομένοιο
- πλούτου, ἀτὰρ χα λεποὺς ἐπιμάρτυρας εὖτ’ ἂν ἴδῃσιν,
- κρυπταδίοισι σίνεσσι καὶ ἄλγεσι φῶτα χαλέπτει·
- πολλάκι καὶ πτώσεις ὀρόφων κατὰ κρατὸς ἐφῆκεν.
- μοῦνοιμὲν κέντροισι τάδʼ ἐμβεβαῶτες ἔφηναν.
- Ἀλλήλους δʼ ὁρόωντες ὑπὲρ κέντρων κάτέναντα ---
- ὡρονόμ ου μὲν ὕπερ Φσίνων, Φαέθων δέ τε δύνων
- ὁπλοτέροισι κασιγνήτοις θάνατον τελέουσιν,
- πρὸς δʼ ἔτι γεινομένοισι χρόνους νεότητος ἀνιγρούς,
- ὑστάτιον δὲ χρόνον λιπαρὸν καὶ γῆρας ἐν ὄλβῳ.
- ἔμπαλι δʼ ἐν τούτοις κατεναντίον ὡρονομοῦντος
- Ζην ὸς καὶ πολιοῖο Κρόνου δύνοντος ἔναντα,
- πρεσβυτέροις μὲν πότμος ἀδελφειοῖσι τελεῖται,
- εὐδαίμων δὲ φανεὶς πρόσθεν βροτὸς ὕστατα κάμνει.
25