Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. εὖτ’ ἂν δʼ ἀντέλλῃ Φσίνων, Πυρόεις δέ τε δύν ῃ,
  2. πενθαλέοισιν ἑὴν ἄλοχον τύμβοισι καλύψας
  3. χῆρον δηναιὸν κλαύσει κατὰ δώματα λέκτρον·
  4. τήνδε καὶ ἐν τροπικοῖς ζώοις θαμὰ τλήσετʼ ἀνίην.
  5. 26
  6. εἰ δʼ ἄρʼ ἀνερχομένου Ἄρεος Φαἴνων πάλι δύνῃ,
  7. δυστυχίην μάλα γεινομένοις φαίνουσι κατʼ οἶκον.
  8. δ υνούσης Παφίης δʼ ὁπότʼ ἂν Κρόνος ὡρονομ ήσ ῃ,
  9. οὐ μόνον αἰνόγαμοι καὶ δυσκλέες εἵνεχ’ ὁμεύνων,
  10. ἀλλʼ ἔτι καὶ πατέρες παίδων ἐς πάμπαν ἄπαιδες
  11. γίνονται· στείρας γὰρ ἢ ὠμοτόκους παρακοίτις
  12. ἐς θαλάμους εἴρυσσαν, ἰδ’ αἴσχεα πολλὰ τελούσας·
  13. εἰ δὲ καὶ ἐν τρο πικοῖσιν ἔοι ζώοις κατέναντα,
  14. οὐχὶ μόνον πιναραῖς ἀλόχοις γάμον ἐζεύξαντο,
  15. ἀλλʼ αὐτοὶ πρήξεις κυθέρης ἀγάπησαν ἀθέσμους.
  16. εἴκελα δʼ ἀντέλλουσα πάλιν τούτοις Κυθέρεια,
  17. πρὸς δύσιν ἐρχομένοιο Κρόνου χαλεποῦ μάλʼ ἐόντος,
  18. μάχλοις πρεσβυτέραις ἢ καὶ δούλῃσι συνάπτει.
  19. εἰ δʼ Ἑρμῆς δύνῃσι Κρόνου βεβαῶτος ἐφʼ ὥρῃ
  20. πένθεα γεινομένοισι τελεῖ δειλοῖς ἐπὶ τέκνοις.
  21. ἔμπαλι δʼ εἰ Στίλβων μὲν ἀνέρχοιτ’, αὐτὰρ ὁ δύνοι,