Apotelesmatica
Manetho Astrologus
Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.
- δηθάκι καὶ χείρεσσιν ἑαῖς ἀλόχους ἐδάιξαν
- ζήλῳ ἀλαστήσαντες ἐπʼ αἴσχεσιν, οἷς τελέουσιν.
- Ἀφρογενὴς δὲ Κρόνοιο δόμοις λεχέων ὀλετῆρας
- ἀλλοτρίων ἔρρεξε, καὶ ἀσπέρμους θέτο τέκνων,
- οὐ μάλα κηδομένους μάχλου ἕνεκεν φιλότητος
- οὔτε φίλων σφετέρων, οὐδʼ οὖ πατέρων ἀλέγοντας·
- ἢ γὰρ δὴ κεδνῶν ἑτάρων γάμον αἰσχύνουσιν,
- ἢ καὶ μητρυιῇσιν ἑαῖς ἢ παλλακίδεσσιν
- σφωιτέρου γενετῆρος ὁμὸν λέχος εἰσανέβησαν.
- ἐν δʼ ἄρα χρυσοφαοῦς Ἑρμοῦ ζώοισι βεβηκὼς
- Φαίνων ὀξείας μερόπων ἤμβλυνεν ἀκουάς,
- ἢ λαλιῆς ἤμερσε φίλης καὶ γλῶσσαν ἔδησεν,
- δεινοὺς δʼ ἐν πραπίδεσσι καὶ οὐλοὰ μητιόωντας
- κρυπταδίως τεύχει, σφέτερον νόον οὔτινι θνητῶν
- φαίνοντας, δακετῶν φονιώτερον ἰὸν ἔχοντας,
- καὶ δὲ καὶ ἀρρήτων μύστας τελετῶν, μακάρων τε
- ὄργια γιγνώσκοντας, ὅσ’ ἐν βίβλοις ἐχαράχθη
- κρυπταῖς, ἃς οὐ πᾶσι βροτοῖς θέμις ἐν φρεσὶν ἴδμεν
- ταύτης δʼ οὐκ ἂν ὄναιντοδαημοσύνης· τάδε γάρσφιν
- ἀντʼ ἀγαθῶν καὶ λυγρὰ καὶ ἀντία γίνεται αἰεί.
10