Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. ἀμφὶ ἕθεν πολὺ μεῖον ἢ ὧν πέλας ὦσι φρονοῦντας,
  2. ἐν δʼ ἔργοις πρήξει θʼ ἑτέροις ὑποπεπτηῶτας·
  3. ὅσσα δέ τʼ ἐκτελέουσιν, ἀποκρύπτει κλέος ἐσθλὸν
  4. πολλάκις ἀλλοτρίων, | οἳ καί σφισιν αἴσχεʼ ἔδωκαν.
  5. 9
  6. ἐν δʼ Ἄρεως ὁρίοισιν ἢ ἐν ζώοισι βεβηκὼς
  7. Φαίνων νωχελέας τε καὶ ἀδρανέας μάλα ῥέζει,
  8. δειλοὺς πανταρβεῖς τε, φρεσὶν καταπεπτηῶτας,
  9. αὐχμηρούς, ἐὸν ἦτορ ἀεὶ βλάπτοντας ἀνίαις.
  10. ἀλλʼ Ἄρης οἴκοισι Κρόνου πολιοῖο βεβηκὼς
  11. πανθαρσεῖς τεύχει καὶ πρήξεσι τολμήεντας,
  12. πρὸς δʼ ἔτι θαρσαλέους τε καὶ εὐτόλμους καὶ ἀτρέστους,
  13. πρῆξιν παντοίην τε καὶ ἔργα τελοῦντας ἀμόχθως,
  14. οἷσί τʼ ἐφορμήσωσιν ἀεὶ τέκμωρ ἐπάγοντας·
  15. φθείρει δὲ κλῆρον πατρώιον, ἠδὲ συναίμους
  16. πρεσβυτέρους πάντας κρυερῷζόφῳ ἀμφικαλύπτει.
  17. Ἀφρογενοῦς δὲ Κρόνος παρεών οἴκοις τάδε ποιεῖ·
  18. πρεσβυτέραις ζεύγνυσιν ἰδὲ δμωῇσιν ἀκιδναῖς,
  19. ἢ ξυνὴν δήμοισι κύπριν μισθοῦ παρεχούσαις·
  20. πρὸς δʼ ἔτι δυσγαμίην καὶ δυστεκνίην μάλʼ ὀπάζει,
  21. στείραις ἠδʼ ἀτόκοισι συνάπτων δυσκλέα λέκτρα·