Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. στειρώδεις γὰρ ἔασιν ἀχρήιά τʼ ὠδίνουσιν.
  2. [*](A)[*](8)
  3. Ἀντίον Ἠελίοιο φάσιν λύσασα Σελήνη
  4. μὴ Κρόνῳ ἀντήσειε· τίς ἂν τότε φῶς ἐσίδοιτο;
  5. δύσμορος, ὃς κακὰ πολλὰ παθὼν Ἀιδόσδε κάτεισιν·
  6. χροιὴν μὲν φορέουσιν ἀμετροβίων ἐλεφάντων,
  7. 87
  8. ὄγκους δʼ ἀμφὶ δέμας κακοελκέας ἀμφιβαλοῦνται,
  9. δάκτυλα σηπόμενοι λιποσαρκέα νηλέι λύθρῳ·
  10. ταῦτα δʼ ἄτερ Ζηνός τε καὶ εὐπλοκάμου Κυθερείης