Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ζηνὸς ἄτερ, μόρον αἰνὸν ὑπʼ ἐμφαίνουσι δυναστῶν.
  2. [*](A)[*](7)
  3. Ἄρης καὶ Παφίη κοινὴν ὁδὸν ἰθύνοντες,
  4. Μήνην εὖτ’ ἂν ἴδωσι, λέχος τεύχουσʼ ἀθέμιστον,
  5. συγγενικὰς δʼ αὐτοῖσιν ἐφαρμόζουσι γυναῖκας.
  6. [*](45)
  7. ἢν δὲ Κύπριν καλὴν πολιὸς Κρόνος ἀγκαλίσαιτο,
  8. δυσγαμίην καὶ δυστοκίην ῥέζουσι γυναιξίν,
  9. οὐδέ τι κουριδίους ἄνδρας κατέχουσʼ ἄχρι γήρως,
  10. οὐδὲ τέκνοις γλυκεροῖς ἐπὶ χείλεσι μαζὸν ἔθηκαν·