Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ἠέλιος δὲ Κρόνοιο καὶ Ἄρεος ἀστέρας ἀθρῶν
  2. ἀκτινηβολίῃσι φαεσφόρου Οὐλύμποιο,
  3. ναυσιβάτας δείκνυσι καὶ ὕδατος ἵστορας ἄνδρας,
  4. πλωτάρχας σκαφέων, οἳ πολλάκι ναυφθορίῃσιν
  5. χείματος ὀρνυμένοιο βίον σώζουσι διʼ ἅλμης
  6. νηχόμενοι Μοίρῃσιν ὑπὸ τρόμον ἐν πελάγεσσιν.
  7. παμφαίνων δʼ ἀστὴρ κυανοχρώτοιο Κρόνοιο
  8. Ἠελίου σελάεσσιν ἀνʼ οὐρανὸν ἢν ἰσόμοιρος,
  9. τηνίκα φυομέων βρεφέων γεννήτορα πρῶτον
  10. μητέρος εἰς Ἀίδην πέμψει νεκυηπόλος Αἶσα,
  11. κτήματά τʼ ἐκβάλλει πατρώια καὶ μέγαν ὄλβον,
  12. καί τε κασιγνήτων θάνατον ὁρόωσι προόντων,
  13. [*](306—317═IV, 478—489.—318 sq.═ IV, 50 sq. — 320 ═ IV, 490.—321—338═IV, 395—413.)
    98
  14. κἀκ πολλῶν θανάτων πλοῦτον μέγαν αὐξήσουσιν.
  15. ἢν δὲ Σεληναίης ἀκτὶς ἰσόμοιρα πελάζῃ
  16. φωτὶ Κρόνου, μάρτυς δʼ ἐπὶ σήματι τῷδε γένηται
  17. καὶ Πυρόεις, μήτηρ προτέρη πατρὸς οἴχετʼ ἐς Ἅιην,
  18. ἠὲ μογοστοκίῃ δεδαϊγμένη, ἢ ὑπὸ νούσου
  19. αἱμηρῇσι γυναιξὶ φύσις κρύφιʼ ἄλγεʼ ἔδωκεν.
  20. [*](40)
  21. Ἢν Κρόνος ὡρονομῇ, Πυρόεις δύνῃ δὲ κατʼ ἰθύν,
  22. αἴλινος ὅστις ἀνήρ γε βιαιότατον μόρον ἕξει.