Apotelesmatica

Manetho Astrologus

Manetho. Apotelesmaticorum qui feruntur libri VI. Koechly, Hermann, editor. Leipzig: Teubner, 1858.

  1. Ζῆνα δʼ ὅτʼ ἂν φαέθοντα βάλῃ λαμπραυγέτις ἀκτὶς
  2. Ἑρμείου, μίγδην τε διαλλάξωσιν ὁρισμούς,
  3. ῥήτορας ἐμφαίνουσι βροτοὺς σοφίης τε κρατίστους
  4. ζηλωτάς, τεύχει τε λόγων νεότητά τε λαμπρὴν ---
  5. γραμματικὴν ἄσκησιν ἐνὶ στέρνοισιν ἔχοντας.
  6. [*](286—289═IV, 121—124.—290sq.═IV, 139sq.—292sq. ═IV, 127sq.—294—300═IV, 146—152.—301sq.═IV, 201sq.—303═IV, 141.—304sq.═IV, 204sq.)
    97
  7. Μήνης δʼ ἀμφίκερω σκολιὸς δρόμος ἡνίκʼ ἂν ὀφθῇ
  8. Ἄρεος ἀκτίνεσσι πόλου λοξεύματα βαίνων,
  9. Στίλβων δʼ ἀμφʼ αὐτοῖς ἢ καὶ διάμετρος ὁραθῇ
  10. ζωιδίῳ κόσμοιο, κακοὺς ληίστορας ἄνδρας
  11. καὶ θυρέτρων δεινοὺς ἐπανοίκτορας ὀθνειάων,
  12. κλεπτῆρας φαύλους νυκτοπλανέας τελέουσιν·
  13. οὗτοι φωρηθέντες ἐν ἀλλοτρίοισι μελάθροις
  14. εἰς συνοχὰς ἥξουσι σιδηρήεντά τε δεσμά,
  15. εἱρκτὰς δʼ οἰκήσουσι φυλασσόμενοι ἀλύσεσσιν,
  16. ἔν τε βίᾳ θάνατον λείψει κακοεργέι θυμῷ,
  17. ἢ σφαγίοις ξίφεσιν δεδαϊγμένοι ἢ πελέκεσσιν,
  18. ἢ βρόχον ἀγχονόωντα διʼ αὐχένος ἐνδήσαντες,
  19. ἢ διὰ λαιμοτόμου φάρυγος βίον αἵματι λείψει
  20. σφονδυλόεντα τράχηλον ἢ ἰνίον ἀκροτομηθείς·
  21. πνεῦμά θʼ ἐὸν λείψουσι πικρᾶς Μοίρας ὑπʼ ἀνάγκας.