Declamatio 50
Libanius
Libanius, Declamatio 50, Libanii Opera, Vol 7, Declamationes XXXI-LI, Foerster, Teubner, 1913
εἴ τι προσπέ- σοι δυσχερές, τοῦτ’ ἐκ τῶν ἐλπίδων τῶν παρ’ ἐμοῦ τὴν παραμυθίαν ἐλάμβανε κἀν τοῖς διδασκαλείοις οὐκ οἶδα μᾶλλον ἑτέρους εὐδαιμονίσας ἢ μακαρισθεὶς ὐπ’ ἄλλων. ὁρῶν δὲ τὸν πατέρα τῆς οὐσίας ἐπιμελούμενον καὶ πλείω τὰ ὄντα ποιούμενον καἰ ὅπως εὖ πράττοντά μοι παραδοίη τὸν οἶκον, πάντας ὑπομένοντα πόνους καὶ οὐκ ὄντα χαλεπὸν οὐδ’ ἀκριβολογούμενον, δὶ τι φανείην ἀναλίσκων, ἔχαιρον καὶ εἰς ἱερὰ βαδίζων ἀπὸ [*](RIV 843) τοῦ πατρὸς ἠρχόμην τῶν εὐχῶν.
οὕτ’ ὢ δὲ | ἡμῖν τῶν πραγμάτων χωρούντων, εἴπω τὰ λοιπὰ μετὰ παρ- ρησίας; ἀλλ’ οὐκ ἐβουλόμην μὲν οὐδὲν δυσχερὲς περὶ οὐδενὸς λέγειν νέος τε ὢν ἔτι καὶ εἴπερ τις ἄλλος τῶν ἡλικιωτῶν εὐφημεῖν περὶ ἀπάντων, καὶ πολιτῶν καὶ μετοίκων καὶ ξένων, μεμελετηκώς, καρτερεῖν δὲ οὐκ ἔστιν ἀδικούμενον.
εἰσί τινες, ὦ πολῖται, τοῖς ἑτέρων ἀγαθοῖς ἀχθόμενοι καὶ νομίζοντες ἐν ταῖς τῶν [*](16 cf. p. 615, 17 21 cf. p. 615, 20 sq.) [*](1 γενόμενος ηὐξήμην post prius ἔδει del et post alterum in marg inser Ma 2 | ηὐξόμην scripsi e VaClB ηὐξήμην AMa Re οὐξήμην Mon 3 ὑπὸ reposui e libris sed παρὰ ὑπὸ Mon παρὰ Re Ι πάντη Cl 6 ἔτι Mon 7 παρ’ ἐμοῦ] ἐμῶν A) [*](8 κἂν ΑΒ Ι διδασκάλοις MaCl 9 ἑταίρους Α 11 ποι- οῦντα AMaClB 13 οὐδὲ A 14 ἀναλίσκειν Α ἁλίσκων Va | εἰς τὰ ἱερὰ coni lacobs Schul | ἀπὸ τοῦ πατρὸς inser Ma3) [*](17 signum interrogationis posui coll. p. 615,11 comma Β punctum reliqui libri Re 19 ἐνηλικιωτῶν Α 21 τοῖς Ma sed οἶς suprascr m3)
καὶ νῦν μὲν ἄνδρα πρὸς γυναῖκα, νῦν δὲ θεῖον πρὸς ἀδελφιδοῦν, νῦν δὲ ἀδελφοὺς πρὸς ἀλλήλους, νῦν δέ, οἶόν τι τὸ παρόν, πατέρα πρὸς υἱὸν ἐξεπολέμωσαν κἂν λάβωσί τινα χρη- ’στὸν καὶ οὐδὲν ἑαυτοῖς ἐοικότα, διεπράξαντο ῥᾳδίως ὁ γὰρ ἥκιστ’ ἂν αὐτὸς τοιαῦτα ἑτέροις ἐπιβουλεύσας ῥᾷστα ἂν ὑπὸ τῶν τὰ τοιαῦτα μηχανωμένων διαπρα- χθείη.
ἆρα ἄν μοι δοίητε εἰπεῖν ὅτι τούτων εἶς ὑπὸ τῶν τοιούτων ἠπατημένων καὶ ὁ πατήρ μοι γε- γένηται καὶ νῦν ἐγὼ θανατῶ διὰ τὴν ἐκείνου χρηστό- τητα; εἰ γὰρ ἃ συνῄδει μοι παρὰ πάντα τὸν χρόνον ἰσχυρότερα ὧν χθὲς ὡς εἰπεῖν ἤκουσεν ἐπεποίητο, τῶν παρόντων οὐδὲν ἂν ἡμᾶς ἤλαυνε. νῦν δ’ ὁ πατὴρ πα- τὴρ ἡμῖν οἴκοθεν ἐξελθὼν ἐπανῆλθεν ἐξαίφνης πολέμιος [*](6 Isocr. Panath. § 25 p. 238 b 10 cf. p. 563,6; 388,10) [*](3 δυνατώτεροι Α 4 καὶ post μὴ Mon Re et inser Ma delevi 6 πεπλησμέναις Α 9 πρὸς om Α 10 ἐξεπο- λέμωσαν scripsi ex AMaClB ἐξεπολέμησαν MonVa Re 11 αὐτοῖς Ma sed ex ἑαυτοῖς corr m 3, Β | ῥαδίως διεπράξαντο Α 12 ἑτέροις MaClB 13 τὰ om AMaCl | πραχθείη 14 ἄρα Α 17 παρὰ scripsi ex AMaClB περὶ MonVa Re 18 εἷπεν Sintenis | ἐπεποίηντο Α sed ν eras | comma post ἐπε- ποίητο inserui om libri Re 19 comma post παρόντων Mon VaCl Re delevi τῶν παρόντων οὐδέν, οὐδ’ ἂν ἡμᾶς coni lacobs Add 310 Schul | δὲ Α | πατὴρ(2) inserui e ClB om MonVaA Ma Re 20 ἐπανῆλθεν ἐξαίφνης πολέμιος scripsi ex AMaCl Β ἐπανῆλθε πολέμιος ἐξαίφνης MonVa Re)
ἐρω- τῶντος δέ μου τί τὸ ταῦτα ἀναγκάζον καὶ ποιεῖν καὶ λέγειν; σύ, φησίν, ὅν ἐμαυτοῦ φονέα βόσκων οὐκ ᾔδειν. ἀνεβόησα, ὦ πολῖται, καὶ ταῖν χεροῖν τὸ πρόσωπον ἔτυπτον καὶ θεοὺς καὶ δαίμονας ἐκάλουν καὶ μὴ τοιαῦτα ἀσεβεῖν ἐδεόμην.